Η Μ Ε Τ Ο Χ Η
Η ΜΙΑ ΕΚΚΛΗΣΙΑ ΤΡΙΑΔΙΑΝΩΝ ΟΡΘΟΔΟΞΩΝ ΧΡΙΣΤΩΝ ΗΡΩΩΝ
ΙΕΡΑ ΕΥΧΟΛΟΓΙΑ ΚΑΙ ΥΜΝΟΛΟΓΙΑ

ΚΑΙΝΟΡΘΟΔΟΞΟΣ ΙΕΡΑ ΕΥΧΟΛΟΓΙΑ ΚΑΙ ΥΜΝΟΛΟΓΙΑ

1. ΙΕΡΑ ΚΑΙ ΜΕΓΑΛΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΡΧΙΕΡΑΤΙΚΟΥ ΧΡΙΣΜΑΤΟΣ (ΜΕΤΑ ΤΩΝ ΔΕΚΑ ΚΑΙ ΤΡΙΩΝ ΤΡΙΣΜΕΓΙΣΤΩΝ ΑΡΧΙΕΡΑΤΙΚΩΝ ΕΥΧΩΝ). ΥΠΟ ΤΗΣ Α.Ε.Θ.Α. ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ.
ΒΑΣΕΙ ΤΗΣ ΙΕΡΑΣ ΤΑΥΤΗΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΑΚΟΛΟΥΘΙΑΣ (ΜΕΤΑ ΤΩΝ ΔΕΚΑ ΚΑΙ ΤΡΙΩΝ ΤΡΙΣΜΕΓΙΣΤΩΝ ΑΡΧΙΕΡΑΤΙΚΩΝ ΕΥΧΩΝ), ΟΛΗΝ ΤΗΝ ΟΠΟΙΑΝ ΣΥΝΕΓΡΑΨΕ ΘΕΟΠΝΕΥΣΤΩΣ Ο ΙΔΙΟΣ, ΕΧΡΙΣΘΗ ΑΡΧΙΕΡΕΥΣ ΤΕ ΚΑΙ ΠΑΠΠΑΣ ΑΥΤΟΣ ΟΥΤΟΣ Ο ΠΑΠΠΑΣ ΙΔΡΥΤΗΣ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ, Ο "ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ, ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ" Κ.Κ. ΙΩΑΝΝΗΣ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝ Α΄ Ο ΣΙΩΚΟΣ, ΤΗΝ ΠΕΜΠΤΗΝ 17ΗΝ / 30ΗΝ ΔΕΚΕΜΒΡΙΟΥ 2021. ΤΑ ΠΝΕΥΜΑΤΙΚΑ ΔΙΚΑΙΩΜΑΤΑ ΤΗΣ ΚΑΤΩΘΙ ΠΡΩΤΟΤΥΠΟΥ ΙΕΡΑΣ ΑΚΟΛΟΥΘΙΑΣ ΑΝΗΚΟΥΣΙΝ ΕΙΣ ΤΟΝ ΓΝΗΣΙΟΝ ΣΥΓΓΡΑΦΕΑ ΑΥΤΗΣ ΚΑΙ ΙΔΡΥΤΗΝ ΤΗΣ ΚΑΙΝΟΡΘΟΔΟΞΟΥ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΟΜΟΛΟΓΙΑΣ ΤΟΥ ΤΡΙΑΔΙΑΝΙΣΜΟΥ ΙΩΑΝΝΗΝ ΙΛΑΡΙΩΝΑ ΣΙΩΚΟΝ, ΘΕΟΛΟΓΟΝ ΚΑΙ ΙΕΡΕΑ. ΑΠΑΓΟΡΕΥΕΤΑΙ ΠΑΣΑ ΑΝΤΙΓΡΑΦΗ ΚΑΙ ΚΛΟΠΗ ΤΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ ΤΗΣ ΠΑΡΟΥΣΗΣ.
Αὐτῇ Τῇ Θείᾳ Καὶ Ὁμοουσίῳ Καὶ Ἱεροποιῷ Καὶ Ἀρχιεροθέτιδι Ἐνανθρωπησάσῃ Τριάδι
Τῷ Ἐν Σαρκὶ Ἑνὶ Τρισιζώῳ Θεῷ Ἡμῶν
Καὶ Τῷ Χριστῷ Αὐτοῦ Ἰησοῦ
Καὶ Λέοντι Τῷ Στ΄ Τῷ Ἁγίῳ Καὶ Θεσπεσίῳ Καὶ Σοφῷ Αὐτοκράτορι Τοῦ Βυζαντίου
Ἐξαιρέτου Τιμῆς Καὶ Ὀφειλομένης Εὐγνωμοσύνης Ἕνεκεν
Ἡ Παροῦσα Ὅλως Ἀφιέρωται
Ἐν Καλάμαις Μεσσηνίας Ἑλλάδος, Τῇ Πέμπτῃ 30ῃ Δεκεμβρίου 2021
† Ὁ Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας Καὶ Ἁπάσης Οἰκουμένης
Ἰωάννης Ι΄ - Ε΄ Ἱλαρίων Α΄ Ὁ Σιῶκος
Τῌ ΠΕΜΠΤῌ ΗΜΕΡᾼ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ
Τῌ ΤΡΙΑΚΟΣΤῌ (Λ΄ ) ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
ΤΟΥ ΔΙΣΧΙΛΙΟΣΤΟΥ ΕΙΚΟΣΤΟΥ ΚΑΙ ΠΡΩΤΟΥ ΕΤΟΥΣ (ˏΒΚΑ΄ )
ΤΟ ΤΕ ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΚΑΙ ΠΑΠΠΙΚΟΝ ΧΡΙΣΜΑ
ΤΗΣ ΑΥΤΟΥ ΕΛΕῼ ΘΕΟΥ ΑΠΑΓΚΟΣΜΙΟΤΗΤΟΣ (Α.Ε.Θ.Α.)
ΑΥΤΟΥ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ
ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ
ΚΑΙ
ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄
ΙΛΑΡΙΩΝΟΣ Α΄
ΤΟΥ ΣΙΩΚΟΥ
ΙΕΡΑ ΚΑΙ ΜΕΓΑΛΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΑΡΧΙΕΡΑΤΙΚΟΥ ΧΡΙΣΜΑΤΟΣ
ΤΟΥ ΠΡΟΣ ΧΕΙΡΟΘΕΣΙΑΝ ΑΡΧΙΕΡΕΩΣ
ΤΕΛΕΤΟΥΡΓΙΚΩΣ ΙΣΟΔΥΝΑΜΟΥΝΤΟΣ
* * *
Τῌ ΘΕΙᾼ ΚΑΙ ΣΟΦΟΠΟΙῼ ΕΜΠΝΕΥΣΕΙ ΟΛΗ ΣΥΝΤΑΧΘΕΙΣΑ
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
* * * *
Ι. ΕΝΑΡΞΙΣ
Ὅ τε Πρεσβύτερος (κατὰ τὸν ἱερατικὸν βαθμόν) καὶ Ἀρχιερατεύων (κατὰ τὸν ἱερατικὸν τίτλον) διατελῶν καὶ Ἀρχιερεύς τε καὶ Πάππας (κατὰ τὸν ἱερατικὸν τίτλον), ἀντὶ τοῦ χειροθετηθῆναι, χρισθῆναι μέλλων, ἐν ᾗ ἂν ἡμέρᾳ τύχῃ χρισθῆναι, περὶ τὴν ὀγδόην πρωϊνὴν ὥραν (08:00 π.μ.), λούεται καλῶς, τὴν κεφαλήν, καὶ πλύνεται ὅλως, τὸ σῶμα, ἐν τῷ ἰδίῳ αὐτοῦ λουτρῷ˙ περὶ δὲ τὴν ἐννάτην πρωϊνὴν ὥραν (09:00 π.μ.), ἢ καὶ ἀφ' ἑσπέρας τῆς προτεραίας, εὐτρεπίζει, ἐν τῷ ἰδίῳ αὐτοῦ οἴκῳ, τραπέζιον, κατ' ἀνατολάς, ἐφ' οὗ ἐπιτίθησι τὸ ἱερὸν Ἀντιμήνσιον, δεδιπλωμένον καὶ μὴ ἐκτετυλιγμένον, καί, ἐπάνω αὐτοῦ, τὸ ἱερὸν Εὐαγγέλιον˙ πρὸ δὲ τοῦ τραπεζίου, εὐτρεπίζει, ἔτι, ὑψηλότερον αὐτοῦ τρίποδα, κατ' ἀνατολάς, ὡσαύτως, ἐφ' οὗ ἐπιτίθησι τὴν θείαν εἰκόνα τῆς Θείας Τριάδος καί, ὑποκάτω αὐτῆς, τὴν ἱερὰν εἰκόνα τοῦ Ἰησοῦ Χριστοῦ˙ εἶτα, φέρων, μόνον, πολυσταύριον ἱερὸν ἐπιτραχήλιον, λευκόν, μετὰ πορφυρῶν σταυρῶν, καὶ μή, πρότερον, λαβὼν τὸν ἐπὶ τῇ προσκομιδῇ λεγόμενον «καιρόν», ἵσταται ὀρθὸς κατενώπιον τοῦ τραπεζίου καὶ τοῦ πρὸ αὐτοῦ τρίποδος καὶ ἄρχεται τῆς Ἱερᾶς καὶ Μεγάλης Ἀκολουθίας τοῦ Ἀρχιερατικοῦ Χρίσματος, ἐκφωνῶν˙
Εὐλογητὸς εἶ, Τριάς, ὁ σαρκωθεὶς Εἷς Θεὸς ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἄναρχος, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος Δυνηρός, Ἅγιος Ἰσχυρός, Ἅγιος καὶ Κρατερός, ἐλέησον ἡμᾶς.
Ἅγιος Ὕπατος, Ἅγιος Ὕψιστος, Ἅγιος καὶ Μέγιστος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Παιδί, Θεῷ Ἑνί˙
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου,
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, ὅλου ἐνσαρκωθέντος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου˙
ἐλθέτω ἡ βασιλεία Σου˙ γενηθήτω τὸ θέλημά Σου˙ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον, δὸς ἡμῖν, σήμερον.
Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, ὅλου ἐνσαρκωθέντος,
πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Τριαδιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ θείας τελειώσεως τῆς ἀρχιερατικῆς καταστάσεως
τοῦ Ἀρχιερατεύοντος δούλου τοῦ Θεοῦ Ἰωάννου - Ἱλαρίωνος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Παιδί, Θεῷ Ἑνί, ὅλῳ ἐνσαρκωθέντι,
πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ἀναγινώσκει ἀπὸ τοῦ Ψαλτηρίου τοὺς Β΄ , ΜΣΤ΄ , ΜΖ΄ καὶ ΡΙΖ΄ Ψαλμούς.
ΙΙ. ΤΑ ΤΕΣΣΑΡΑ ΑΡΧΙΕΡΑΤΙΚΑ ΕΩΘΙΝΑ ΕΥΑΓΓΕΛΙΑ
Εὐθὺς δὲ μετὰ τὴν ἀνάγνωσιν τοῦ ψαλτηρίου, ὁ ὑπὸ χρῖσιν ἐνδύεται, ἔτι, πολυσταύριον ἱερὸν φελώνιον, ἐπὶ τοῦ ἤδη φερομένου πολυσταυρίου ἱεροῦ ἐπιτραχηλίου, λευκὸν καὶ μετὰ πορφυρῶν, ὡσαύτως, σταυρῶν, ἐκφωνῶν˙
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τῶν ἁγίων Εὐαγγελίων
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
1. Α΄ ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΛΟΥΚΑ
(ΣΤ΄ ΕΩΘΙΝΟΝ)
Καὶ στρεφόμενος πρὸς ἀνατολάς, πάλιν ἐκφωνεῖ˙
Σοφία˙ ὀρθοί˙ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσιν.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
Εἶτα ἀναγινώσκει κατ' ἀνατολὰς τὸ Στ΄ Ἑωθινὸν Εὐαγγέλιον τοῦ Λουκᾶ.
2. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Α΄
(ΠΡΟΣ ΑΝΑΤΟΛΑΣ ΠΡΟΣ ΤΟ ΘΥΣΙΑΣΤΗΡΙΟΝ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Α΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Εὐλογητὸς εἶ, Τριάς, ὁ Εἷς Θεὸς ἡμῶν, ὁ τὰ ὄρη τὰ ὑψηλὰ ἐν γῇ πήξας τοῦ εἶναί Σοι εἰς θυσιαστήρια δόξης Σου, τοῦ ἐπισκηνῶσαι ἐπὶ κορυφὰς αὐτῶν τὰ νέφη τοῦ οὐρανοῦ καὶ θύειν Σοι τοὺς ἑαυτῶν πολυβρόχους ὑετούς, ἐν πυρὶ καὶ στεροπαῖς καὶ βρονταῖς, ὡσεί Σοι θυστᾶσι βοαῖς.
Σοὶ γάρ, τῷ Κυρίῳ, πίστει, Ἄβελ, ποιμὴν προβάτων, πλείονά τε καὶ κρείσσω θυσίαν προσήνεγκεν, ἀπὸ πρωτοτόκων προβάτων νομῆς αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, παρὰ Κάϊν, τὸν ἀδελφὸν αὐτοῦ, τὸν ἐργαζόμενον τὴν γῆν, ἀπὸ καρπῶν γῆς κληρονομίας αὐτοῦ˙ καὶ Σύ, ὁ Θεός, ἐπεῖδες ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχες.
Σοὶ γὰρ ἔθυσεν Ἐνώς, υἱὸς Σήθ, υἱοῦ Ἀδάμ, ἀντὶ Ἄβελ˙ ὃς ἤλπισεν ἐπὶ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Σοῦ, Κυρίου τοῦ Θεοῦ.
Σοὶ γὰρ ἔθυσε Νῶε, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ, οὗ ἐκάθισε κιβωτὸς σωτηρίας αὐτοῦ, ἐν τῷ ἐξελθεῖν ἐξ αὐτῆς˙ ὃς ᾠκοδόμησε θυσιαστήριον Σοί, τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριόν Σου˙ καὶ Σύ, Κύριε, ὁ Θεός, ὠσφράνθης ὀσμὴν εὐωδίας θυσίας αὐτοῦ.
Σοὶ γὰρ ἑξάκις τε καὶ πολλάκις ἔθυσεν Ἀβραάμ˙ καὶ πρῶτον, μέν, ἐν τῷ τόπῳ Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν, οὗ Σύ, Κύριε, ὤφθης αὐτῷ καὶ ἐπήγγειλας αὐτῷ τῷ σπέρματι ἑαυτοῦ δοῦναι τὴν γῆν ἐκείνην˙ οὗ ᾠκοδόμησε θυσιαστήριον Σοί, τῷ Κυρίῳ, τῷ ὀφθέντι αὐτῷ ἐκεῖ.
Δεύτερον, δέ, καὶ τρίτον, ἐν τῷ ὄρει τῷ κατ' ἀνατολὰς Βαιθήλ, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί˙ οὗ ἔστησε τὴν σκηνὴν αὐτοῦ καὶ ᾠκοδόμησέ Σοι, Κύριε, θυσιαστήριον καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματί Σου.
Ἔτι δέ, τέταρτον, ἐν Χεβρών, παρὰ τὴν δρῦν τὴν Μαμβρῆ˙ οὗ κατῴκησε καὶ ᾠκοδόμησε Σοί, τῷ Κυρίῳ, θυσιαστήριον.
Ἔτι, δέ, καὶ ἔτι, πέμπτον, ἐν Βηρσαβεέ, ἐπὶ τῷ Φρέατι τοῦ Ὅρκου, τουτέστιν, Ὁρκισμοῦ˙ οὗ ἐφύτευσεν ἄρουραν καὶ ἐπεκαλέσατο τὸ ὄνομά Σου, Κύριε, «Θεὸς Αἰώνιος».
Προσέτι δέ, καὶ ἕκτον, εἰς τὴν γῆν τὴν ὑψηλήν, ἐφ' ἓν τῶν ὀρέων, ἐν ᾧ ὄρει, Σύ, ὁ Θεός, εἶπες αὐτῷ˙ οὗ ᾠκοδόμησέ Σοι θυσιαστήριον καὶ ἀνήνεγκε τὸν κριὸν εἰς ὁλοκάρπωσιν, ἀντὶ Ἰσαάκ, τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου «Κύριος Εἶδεν»˙ ἵνα εἴπωσι σήμερον˙ «ἐν τῷ ὄρει, Σύ, ὁ Κύριος, ὤφθης αὐτῷ».
Σοὶ γὰρ ἔθυσε Μελχισεδέκ, Βασιλεὺς Σαλὴμ ἅμα τε καὶ Ἱερεὺς Σοῦ, τοῦ Ἑνὸς καὶ Τρισυποστάτου Θεοῦ, τοῦ Ὑπάτου καὶ Ὑψίστου καὶ Μεγίστου, τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ ἐξενεγκὼν ἄρτους καὶ οἶνον καὶ εὐλογήσας τὸν Ἀβραάμ.
Σοὶ γὰρ ἔθυσεν Ἰσαὰκ ἐν τῇ πόλει Βηρσαβεέ˙ ὃς καὶ αὐτός, ὡς ὁ πατὴρ αὐτοῦ Ἀβραάμ, ᾠκοδόμησέ Σοι ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Σοῦ, τοῦ Κυρίου, τοῦ ὀφθέντος αὐτῷ ἐκεῖ ἐν νυκτὶ καὶ ἐπαγγειλαμένου αὐτῷ τὴν παρὰ Σεαυτοῦ εὐλογίαν τοῦ πατρὸς αὐτοῦ Ἀβραάμ, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ.
Σοὶ γὰρ Ἰακώβ, τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, τετράκις τε καὶ πολλάκις ἔθυσε θυσίαν˙ καὶ τὸ μὲν πρῶτον, ἐν τῷ ὄρει Γαλαάδ, ὀμόσας κατὰ Σοῦ καὶ τοῦ Σοῦ Θείου Φόβου, τοῦ κεκτημένου ὑπὸ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, καὶ διαθέμενος διαθήκην εἰς μαρτύριον ἀνὰ μέσον ἑαυτοῦ καὶ Λάβαν, τοῦ υἱοῦ Βαθουὴλ τοῦ Σύρου καὶ ἀδελφοῦ Ῥεβέκκας, τῆς ἑαυτοῦ μητρός.
Τὸ δὲ δεύτερον, ἐν τῇ μερίδι τοῦ ἀγροῦ ἣν ἐκτήσατο παρὰ Ἑμμώρ, πατρὸς Συχέμ, ἑκατὸν ἀμνῶν, παρὰ τῇ πόλει Σαλήμ, παρεμβαλὼν κατὰ πρόσωπον τῆς πόλεως˙ οὗ ἔστησε τὴν σκηνὴν αὐτοῦ καὶ θυσιαστήριον καὶ ἐπεκαλέσατο Σέ, τὸν Θεὸν Ἰσραήλ.
Τὸ δὲ τρίτον, ἐν τῷ τόπῳ Βαιθήλ, παρὰ τῇ πόλει τῇ τὸ πρότερον καλουμένῃ «Λουζᾷ»˙ οὗ, Σύ, ὁ Θεός, ἐφάνης αὐτῷ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ, τοῦ ἀδελφοῦ αὐτοῦ˙ οὗ ᾠκοδόμησε θυσιαστήριον Σοί, τῷ Θεῷ, τῷ ἐπακούσαντι αὐτοῦ ἐν ἡμέρᾳ θλίψεως˙ ὃς ἦσθα μετ' αὐτοῦ καὶ διέσωσας αὐτὸν ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθη˙ καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου «Βαιθήλ».
Τὸ δὲ τέταρτον, ἐπὶ τὸ Φρέαρ τοῦ Ὅρκου, ἐν τῇ φερωνύμῳ πόλει Βηρσαβεέ, πρὸ τοῦ καταβῆναι αὐτὸν εἰς Αἴγυπτον.
Σοὶ γὰρ δίς τε καὶ πολλάκις ἔθυσεν Ἰωβάβ, ὁ καλούμενος «Ἰώβ», υἱὸς ἐκ τῶν Ἡσαῦ υἱῶν, πέμπτος ἀπὸ Ἀβραάμ, Βασιλεύς τε καὶ Ἱερεὺς χώρας Ἐδώμ, ὁ Δίκαιός Σου θεράπων˙ καὶ πρῶτον, μέν, περὶ τῶν ἑαυτοῦ ἑπτὰ υἱῶν, ἀνιστάμενος τὸ πρωῒ καὶ προσφέρων θυσίας περὶ αὐτῶν, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας, περὶ τῶν ψυχῶν αὐτῶν.
Ἔτι δὲ καὶ δεύτερον, καὶ περὶ τῶν τριῶν φίλων αὐτοῦ βασιλέων˙ οἷς, Σύ, Κύριε, ἔλυσάς τε καὶ ἀφῆκας τὴν ἁμαρτίαν διὰ Ἰώβ, εὐξαμένου πρὸς Σὲ καὶ περὶ αὐτῶν καὶ ποιήσαντός Σοι ὑπὲρ αὐτῶν κάρπωσιν ἑπτὰ μόσχων καὶ ἑπτὰ κριῶν, οὓς ἔλαβον καὶ προσήνεγκόν Σοι εἰς θυσίαν δι' αὐτοῦ.
Σοὶ γὰρ τετράκις τε καὶ πολλάκις ἔθυσε Μωϋσῆς˙ καὶ τὸ μὲν πρῶτον, πρὸ τοῦ ἐξελθεῖν μετὰ παντὸς Ἰσραὴλ ἐξ Αἰγύπτου, καλέσας πᾶσαν γερουσίαν υἱῶν Ἰσραὴλ καὶ εἰπὼν πρὸς αὐτούς, ἀνελθόντας, λαβεῖν σφίσιν αὐτοῖς πρόβατον, κατὰ συγγενείας αὐτῶν, καὶ θύειν ἐκεῖ τὸ πάσχα ἐκεῖνο, θυσίαν Σοί, Κυρίῳ τῷ Θεῷ αὐτῶν, τῷ ἐξαγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐλευθερώσαντι αὐτοὺς ἐκ τῆς δουλείας Φαραώ.
Τὸ δὲ δεύτερον, μετὰ τὸ κατισχῦσαι Ἰσραὴλ κατὰ Ἀμαλήκ, ἐν Ῥαφιδείν, ἐν τῇ ἐρήμῳ˙ οὗ ᾠκοδόμησε Σοί, τῷ Κυρίῳ, Μωϋσῆς θυσιαστήριον καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ «Κύριος Καταφυγή Μου», ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.
Τὸ δὲ τρίτον, ὑπὸ τὸ τῆς Σῆς Θείας Δόξης Θεοβάδιστον Ὄρος Σινᾶ, ἐν τῇ ἐρήμῳ, πρὸ τοῦ ἀναβῆναι εἰς αὐτὸ καὶ ἰδεῖν Αὐτὴν καὶ λαβεῖν τὰς ὑπ' Αὐτῆς θεοχαράκτους πλάκας τοῦ Νόμου˙ οὗ Μωϋσῆς, ὀρθρίσας τὸ πρωΐ, ᾠκοδόμησε θυσιαστήριον καὶ δώδεκα λίθους, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν Σοί, τῷ Θεῷ, μοσχάρια, θυσίαν σωτηρίου, τοῦ κυρῶσαι τὴν Πάλαι Διαθήκην μετὰ Σοῦ, Κυρίου τοῦ Θεοῦ αὐτῶν.
Τὸ δὲ τέταρτον, ἐν τῇ ἐρήμῳ, ἐν τῷ θεῖναι τὸ θυσιαστήριον τοῦ θυμιάματος τὸ χρυσοῦν ἐν τῇ Σκηνῇ τοῦ Μαρτυρίου τῆς Δόξης Σου, ἀπέναντι τοῦ καταπετάσματος˙ ἐφ' οὗ ἔθυσέ Σοι καὶ ἐθυμίασε θυμίαμα τὸ τῆς συνθέσεως, καθάπερ, Σύ, Κύριε, συνέταξας αὐτῷ.
Σοὶ γὰρ ἔθυσεν Ἰοθόρ, Ἱερεὺς Μαδιάμ, ὁ γαμβρὸς Μωϋσῆ, ἐξελθὼν πρὸς αὐτὸν εἰς τὴν ἔρημον, ἐπὶ τοῦ Σοῦ Θείου Ὄρους Σινᾶ, οὗ αὐτὸς παρενέβαλε, καὶ λαβὼν καὶ προσενεγκὼν ὁλοκαυτώματα καὶ θυσίας Σοί, τῷ Θεῷ.
Σοὶ γὰρ καὶ οὐκέτι τοῖς ματαίοις πολλάκις τε καὶ μυριάκις ἔθυσαν Ἀαρών, ὁ Ἱερεὺς ὁ Μέγας, ὁ Ἀρχιθύτης τε καὶ Ἀρχιερεὺς τοῦ πάλαι Ἰσραήλ, καὶ οἱ υἱοὶ αὐτοῦ, Ἀρχιερεῖς τε καὶ Ἱερεῖς, ἔκ τε τῆς χρισθείσης καὶ ἁγιασθείσης Σοι εἰς ἱερὰν ὑπηρεσίαν φυλῆς Λευΐ―ὑπέρ τε ἑαυτῶν καὶ πάντων τῶν υἱῶν Ἰσραὴλ καὶ ἐν παντὶ τόπῳ ὃν ἐξελέξω, Σύ, Κύριος, ὁ Θεὸς αὐτῶν, ἐπικληθῆναι τὸ ὄνομα Σεαυτοῦ ἐκεῖ, ἐπὶ θυσιαστηρίων τετραγώνων, ἃ ἐποίησαν, ἔχρισαν καὶ ἡγίασάν Σοι ἅγια τῶν ἁγίων, ὃν τρόπον, Σύ, Κύριε, διὰ Μωϋσέως συνέταξας αὐτοῖς, ἔκ τε γῆς, ἔκ τε λίθων ὁλοκλήρων καὶ οὐχὶ τμητῶν, μηδὲν σφέτερον ἐπιβαλόντες ἐπ' αὐτοὺς ἐγχειρίδιον σιδήρου, ἔκ τε ξύλων ἀσήπτων, χαλκοῦ τε καὶ χρυσίου καθαροῦ―θυσίας ποικίλας τε καὶ παντοδαπάς.
Θυσίας τελειώσεως, θυσίας ἐνδελεχισμοῦ εἰς γενεάς, τὰς καθ' ἡμέραν, ἑσπερινάς τε καὶ πρωϊνάς, θυσίας αἰνέσεως, θυσίας δικαιοσύνης, θυσίας εἰρηνικάς, θυσίας χαρμοσύνας, θυσίας σωτηρίου, θυσίας μνημοσύνου, θυσίας ἐξιλασμοῦ, περί τε ἁμαρτίας καὶ περὶ πλημμελείας, θυσίας ζηλοτυπίας.
Θυσίας καρπώσεώς τε καὶ ὁλοκαρπώσεως, καρπωμάτων τε καὶ ὁλοκαρπωμάτων, ἢ, ταὐτὸν εἰπεῖν, ὁλοκαυτωμάτων, βιβρωσκομένας τε καὶ μή, τουτέστιν, ὁλοκαύτους, πρὸς δὲ καὶ θυσίας θυμιαμάτων συνθέτων λεπτῶν, εἰς ὀσμὴν εὐωδίας Σοί, τῷ Κυρίῳ.
Θυσίας πρωτογεννημάτων, θυσίας σεμιδάλεως, θυσίας ἀπό τε καὶ ἐπὶ τηγάνου ἢ ἐπ' ἐσχάρας, θυσίας ἀναπεποιημένας καὶ μὴ ἐν ἐλαίῳ, θυσίας ἐκ κλασμάτων, θυσίας πεπεμμένας ἐν κλιβάνῳ, θυσίας ἀμνῶν καὶ αἰγῶν καὶ βοῶν ἀμώμων, ἐν οἷς οὐκ ἦν μῶμος καὶ πᾶν ῥῆμα πονηρόν.
Πᾶς γὰρ Ἀρχιερεύς, κατὰ τὸ Σὸν καὶ διὰ τοῦ Σοῦ θεορρήμονος δούλου Παύλου θεῖον ῥῆμα, ἐξ ἀνθρώπων ἀσθενῶν λαμβανόμενος, ὑπὲρ ἀνθρώπων ἀσθενῶν καὶ ἀδελφῶν ὁμοιοπαθῶν ἑαυτῷ καθίσταται, κατὰ τὰ πρὸς Σέ, τὸν Θεόν, ἀφορῶντά τε καὶ ὀφειλόμενα, ἵνα προσφέρῃ Σοι δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν―ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ―μετριοπαθεῖν δυνάμενος πᾶσι τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ ὁ αὐτὸς περίκειται ἀσθένειαν˙ καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν τε καὶ θύειν ὑπὲρ ἁμαρτιῶν˙ καὶ πρῶτα, μέν, ὑπὲρ τῶν ἰδίων αὐτοῦ ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα, δέ, ὑπὲρ τῶν τοῦ λαοῦ˙ καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν ἀρχιερατικὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ Σοῦ, τοῦ Θεοῦ, μόνου, καθάπερ καὶ Ἀαρών.
Πᾶν, οὖν, δῶρον θυσίας αὐτῶν ἁλὶ ἦν ἡλισμένον, ὃ ἦν ἅλας συμβολικὸν καὶ ὑποδηλωτικὸν συντηρήσεως ἀσήπτου τῆς Διαθήκης Σου καὶ διαφυλάξεως ἀκεραίου τοῦ Νόμου Σου, Κύριε, ὑπὸ παντὸς τοῦ λαοῦ Σου τοῦ Ἰσραήλ.
Πᾶς δὲ καινός, σὺν Ἰησοῦ, τῷ Χριστῷ Σου, ἄνθρωπος, τῷ νοερῷ ἅλατί τε καὶ πυρὶ τῆς Σῆς Πανσωστικῆς Θείας Χάριτος, μυστικῶς ἁλισθήσεται καὶ σωθήσεται, ὥσπερ καὶ πᾶσα παλαιὰ θυσία Ἀαρὼν ἁλὶ ὀφθαλμοφανῶς ἡλίζετο καὶ προσεκομίζετο˙ καὶ πᾶς λόγος τοῦ ἀνακεκαινισμένου ἐκ Σοῦ καὶ διὰ τοῦ Χριστοῦ Σου καὶ ἐν τῇ Χάριτί Σου ἀνθρώπου, καὶ δή, τοῦ μέλλοντος τούτου προβληθῆναι Ἀρχιθύτου τε καὶ Ἀρχιερέως τῆς Καινῆς τῆς Χάριτός Σου Διαθήκης, τοῦ Σοῦ δούλου Ἰωάννου- Ἱλαρίωνος, ἔστω τῷ τοιούτῳ τῆς Σεαυτοῦ Χάριτος πυρί τε καὶ ἅλατι ἠρτυμένος καὶ κεχαριτωμένος καὶ πᾶσιν ἀνθρώποις σωτήριος, καθὼς καὶ ὁ Μέγας Ἀπόστολος τοῦ Χριστοῦ Σου Παῦλος φησί.
Σοὶ γὰρ δυάκις τε καὶ πολλάκις ἔθυσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ πᾶς Ἑβραῖος, ἐκ πάσης φυλῆς λαοῦ Σου Ἰσραήλ, περάτης Ἰορδάνου˙ καὶ τὸ μὲν πρῶτον, ἐν τῷ ὄρει Γαιβάλ, ἐν τῷ διαβῆναι τὸν ποταμὸν Ἰορδάνην, οἰκοδομήσας ἐκεῖ Σοί, Κυρίῳ τῷ Θεῷ Αὐτοῦ, θυσιαστήριον ἐκ λίθων ὁλοκλήρων, ἐφ' οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀναβιβάσας Σοι ἐπ' αὐτὸ ὁλοκαυτώματα καὶ θύσας Σοι ἐκεῖ θυσίαν σωτηρίου, καθότι, Σύ, Κύριε, ἐνετείλω αὐτοῖς διὰ τοῦ θεράποντός Σου Μωϋσέως.
Τὸ δὲ ἔσχατον, ἐν τῷ ἀναβῆναι τὸν Ἄγγελόν Σου, Κύριε, ἀπὸ Γαλγάλων ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν Οἶκον Ἰσραὴλ καὶ λαλῆσαι κατ' αὐτῶν δεινῶς τοὺς λόγους καὶ τοὺς ἐλεγμοὺς τῶν κριμάτων τῆς Σῆς Δικαιοσύνης, πρὸς πάντας τοὺς υἱοὺς Ἰσραήλ, ὅτι οὐκ εἰσήκουσαν τῆς φωνῆς Σου οὐδὲ τὰ θελήματά Σου ἐποίησαν˙ ὅτε ἐπῇραν, πᾶς ὁ λαός, τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν πικρῶς καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου «Κλαυθμῶνες» καὶ ἐθυσίασαν Σοί, τῷ Κυρίῳ, ἐκεῖ.
Δυάκις πρὸς δὲ καὶ μετὰ τὸ τελευτῆσαι Ἰησοῦν, υἱὸν Ναυῆ, τὸν Σὸν δοῦλον, ἐν τῷ ἐμφυλίῳ μετ' ἀλλήλων πολέμῳ, πασῶν τῶν φυλῶν τοῦ Ἰσραὴλ μετὰ τῆς ἀποστάσης φυλῆς Βενιαμίν˙ ὅτε, μέν, δίς, τὸ πρότερον, ἡττηθέντες, ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον, τὸ τρίτον, εἰς Βαιθήλ, ὅτι ἐκεῖ Κιβωτὸς Διαθήκης Σου, καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ, ἐνώπιόν Σου, Κύριε˙ καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν Σοί, τῷ Κυρίῳ, ὁλοκαυτώσεις καὶ τελείας.
Ὅτε, δέ, πατάξαντός Σου τὸν Βενιαμὶν ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ καὶ δόντος Σου τοὺς υἱοὺς Αὐτοῦ εἰς χεῖρας αὐτῶν, ἦλθε πάλιν πᾶς ὁ λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας, ἐνώπιον Σοῦ τε, τοῦ Θεοῦ, καὶ τῆς Κιβωτοῦ τῆς Διαθήκης Σου˙ καὶ ᾖραν πάλιν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν ἐπὶ τῷ ἐπισκεπῆναι ἀπὸ Ἰσραὴλ φυλὴν μίαν˙ καὶ τῇ ἐπαύριον, ὀρθρίσαντες, ᾠκοδόμησάν Σοι ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκάν Σοι πάλιν ὁλοκαυτώσεις καὶ τελείας.
Αὖθις δέ, ἐξαιρέτως, οἵ τε ἐκ φυλῆς Ζαβουλὼν καὶ οἱ ἐκ φυλῆς Ἰσσάχαρ, κατὰ τὴν Σὴν θείαν εὐλογίαν, διὰ τοῦ θεόπτου Σου Μωϋσέως, περὶ αὐτῶν˙ οἵτινες ἐθνῶν κατίσχυσαν καὶ ἐπεκαλέσαντό Σε ἐκεῖ καὶ ἔθυσάν Σοι ἐκεῖ, ἐν τοῖς τόποις ἐκείνοις τῶν ἐθνῶν, οὓς κατῴκισαν, θυσίαν δικαιοσύνης, εὐφραινόμενοι˙ οἱ μέν, ἐν τῇ εὐπόρῳ ἐξοδίᾳ τῆς θαλάσσης αὐτῶν, ὅτι πλοῦτος θαλάσσης ἐθήλασεν αὐτοὺς καὶ ἐμπόρια παράλιον κατοικούντων˙ οἱ δέ, ἐν τοῖς εὐφόροις σκηνώμασι τῆς γῆς αὐτῶν.
Σοὶ γὰρ δίς τε καὶ πολλάκις ἔθυσε Γεδεών, ὁ δίκαιος Κριτὴς λαοῦ Σου Ἰσραήλ˙ καὶ τὸ μὲν πρῶτον, ἐν Ἐφραθᾷ˙ ὅτε εἶδε τὸν Ἄγγελόν Σου, πρόσωπον πρὸς πρόσωπον, δι' οὗ, Σύ, Κύριε, ὁ Ἰσχυρὸς τῶν Δυνάμεων, ἐξαπέστειλας αὐτὸν πορεύεσθαι ἐν τῇ ἰσχύϊ Σου καὶ κρῖναι καὶ σῶσαι τὸν Ισραὴλ ἐκ χειρὸς Μαδιάμ˙ ὅτε ἐξέτεινεν ὁ Ἄγγελος τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ Αὐτοῦ καὶ ταύτῃ ἥψατο τῶν κρεῶν τοῦ ἐρίφου τῶν αἰγῶν καὶ τῶν ἀζύμων τοῦ ἀλεύρου, ἃ ἀνήνεγκε Γεδεὼν ἐπὶ τὴν πέτραν, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας ἐκείνης καὶ κατέφαγεν αὐτά˙ οὗ Γεδεὼν ᾠκοδόμησε Σοί, τῷ Κυρίῳ, θυσιαστήριον καὶ ἐπεκάλεσεν αὐτὸ «Εἰρήνη Κυρίου».
Τὸ δὲ δεύτερον, ἐν τῷ ὄρει Μαουέκ˙ οὗ ἐπὶ τὴν κορυφήν, ἐν τῇ παρατάξει, ᾠκοδόμησε Σοί, τῷ Κυρίῳ, τῷ Θεῷ αὐτοῦ, θυσιαστήριον, καθελὼν τὸ θυσιαστήριον τοῦ Βάαλ, τὸ ὑπὸ τοῦ πατρὸς αὐτοῦ Ἰωάς, τὸ πρότερον, οἰκοδομηθέν, καὶ λαβὼν μόσχον δεύτερον ἑπταετῆ καὶ ἀνενεγκών Σοι ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσους τοῦ Βάαλ, ὃ σὺν τῷ θυσιαστηρίῳ αὐτοῦ ἐξωλόθρευσε.
Σοὶ γὰρ ἔθυσε Μανωέ, ὁ πατὴρ Σαμψών, τοῦ ἐνδόξου Κριτοῦ Σου˙ ὅτε, πρὸ τοῦ γεννηθῆναι αὐτόν, εἶδε τὸν Ἄγγελόν Σου, ὁ Θεός, καὶ ἔλαβε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκε Σοί, τῷ Κυρίῳ, ἐπὶ τὴν πέτραν καὶ ἐποίησέ Σοι ὁλοκαύτωμα˙ καὶ ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου, ἕως τοῦ οὐρανοῦ, ἀνέβη ὁ Ἄγγελός Σου, Κύριε, ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου.
Σοὶ γὰρ ἔθυσεν Ἐλκανά, πατὴρ Σαμουήλ, τοῦ Σοῦ θεσπεσίου προφήτου καὶ ἐσχάτου Κριτοῦ Ἰσραήλ, τοῦ λαοῦ Σου, μετὰ τῆς Ἄννης τῆς γυναικὸς αὐτοῦ καὶ μητρὸς ἐκείνου, ἀναβὰς μετ' αὐτῆς εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσελθὼν εἰς οἶκόν Σου, Κύριε, προσαγαγὼν δὲ ἐνώπιόν Σου καὶ τὸ παιδάριον.
Σοὶ γὰρ ἔθυσε Σαμουήλ, ὁ ἄνθρωπος Σοῦ, τοῦ Θεοῦ, ὁ βλέπων, σὺν παντὶ τῷ λαῷ, ἔν τε Μασσηφάθ, λαβὼν ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνενεγκὼν αὐτὸν ὁλοκαύτωσίν Σοι, Κύριε, ἔν τε Βαμᾷ, ἔν τε Γαλγάλ, χρίσας Σαοὺλ εἰς βασιλέα Ἰσραήλ, καὶ ἐν Βηθλεέμ, λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ δάμαλιν βοῶν, ἐν τῇ χρίσει τοῦ Δαυῒδ τοῦ βασιλέως.
Σοὶ γὰρ ἔθυσε Δαυΐδ, ὁ χριστός Σου, ὁ προφητάναξ τοῦ Ἰσραήλ, ἐξαιρέτως ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου, κατὰ τὸν λόγον Γάδ, τοῦ Σοῦ θείου προφήτου, καθ' ὃν τρόπον, Σύ, Κύριε, ἐνετείλω αὐτῷ, κτησάμενος τὸν ἅλωνα καὶ τοὺς βόας Ὀρνὰ ἐν ἀργυρίῳ σίκλων πεντήκοντα καὶ οἰκοδομήσας ἐκεῖ θυσιαστήριον Σοί, τῷ Κυρίῳ, καὶ ἀνενεγκὼν ὁλοκαυτώσεις καὶ εἰρηνικάς˙ καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ.
Σοὶ γὰρ ἔθυσε Σαλωμών, υἱὸς Δαυΐδ, ὁ σοφὸς βασιλεὺς τοῦ Ἰσραήλ, ὁ Ἰεδεδί, ὁ ἀγαπητός Σου, Κύριε, τὰς θυσίας τῶν εἰρηνικῶν, ἃς ἔθυσέ Σοι, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας˙ καὶ ἐνεκαίνισε τὸν οἶκόν Σου ἐν Σιών, μετὰ πάντων τῶν υἱῶν Ἰσραήλ.
Σοὶ γὰρ ἔθυσεν Ἠλιού, ὁ ζηλωτής Σου προφήτης, εἰς ὄρος τὸ Καρμήλιον˙ καὶ ἔπεσε πῦρ παρὰ Σοῦ, τοῦ Κυρίου, ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξεν.
Ἕως οὗ ἦλθεν, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, Ἰησοῦς, ὁ υἱὸς Δαυΐδ, ὁ βασιλεὺς τῆς Σῆς Θείας Δόξης καὶ Χάριτος, ὁ ἐν τῷ Πνεύματί Σου Χριστός˙ ὁ πρῶτον, μέν, παραδοὺς ἡμῖν τὴν ἀναίμακτον τοῦ Μυστικοῦ Δείπνου Θυσίαν, αὐτὸ τοῦτο τὸ Μέγα τῆς Εὐχαριστίας Μυστήριον˙ ὕστερον, δέ, ὡς θυσίαν ζῶσαν καὶ λογικὴν καὶ ἱλαστήριον καὶ ἀκακούργητον καὶ μὴ ἀνθρωποκτονικὴν μήτε κτηνανθρωπιστικὴν μηδὲ παγανιστικὴν καὶ κατὰ τὸ ὀρθὸν δίκαιον θεμιτὴν καὶ μόνην ἡμῖν καὶ τῇ ἀληθείᾳ δεκτήν, ὑπὲρ τῆς Ἑαυτοῦ καὶ τῆς τῶν πάντων σωτηρίας, τὴν ἐσχάτην κατάνυξιν τοῦ ἰδίου Αὐτοῦ αἵματος ὁμοῦ μετὰ τοῦ ἰδίου Αὐτοῦ ἱδρῶτος, ὡς καὶ τῶν ἰδίων Αὐτοῦ τῆς μετανοίας δακρύων, ἐν Γεθσημανῇ, προσενεγκών Σοι, γενόμενος ἐκεῖ ἐν ἀγωνίᾳ καὶ ἐκτενέστερον προσευχόμενος καὶ ἐν τῇ τοῦ Σοῦ Πνεύματος ὑπερφυεῖ ἐκστάσει περιελθών.
Σὸν γάρ ἐστι τὸ ἐξιλεοῦσθαι καὶ εὐαρεστεῖσθαι ἐν ταῖς θυσίαις ἡμῶν, πρὸς τὴν ἡμῶν σωτηρίαν, καὶ Σοὶ τὴν αἰνέσεως καὶ πᾶσαν εὐάρεστον θυσίαν ἀναφέρομεν, τῷ Εὐσπλάγχνῳ Πατρὶ σὺν τῷ Ἐλεήμονι Αὐτοῦ Υἱῷ καὶ τῷ Οἰκτίρμονι Αὐτοῦ Παιδί, Θεῷ Ἑνί, πάντοτε καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν».
3. Α΄ ΜΕΡΟΣ ΤΡΙΑΔΙΑΝΟΥ ΚΑΙΝΟΡΘΟΔΟΞΟΥ ΣΥΜΒΟΛΟΥ ΠΙΣΤΕΩΣ
(ΑΡΘΡΑ 1 ΚΑΙ 2)
Καὶ ἀπαγγέλλει εἰς ἀνατολὰς τὸ 1ον Ἄρθρον καὶ τὸ 2ον Ἄρθρον τοῦ Τριαδιανοῦ Καινορθοδόξου Συμβόλου τῆς Πίστεως.
4. Β΄ ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΜΑΤΘΑΙΟΥ
(Α΄ ΕΩΘΙΝΟΝ)
Καὶ στρεφόμενος πρὸς δυσμάς, πάλιν ἐκφωνεῖ˙
Σοφία˙ ὀρθοί˙ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσιν.
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
Εἶτα ἀναγινώσκει κατὰ δυσμὰς τὸ Α΄ Ἑωθινὸν Εὐαγγέλιον τοῦ Ματθαίου.
5. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Β΄
(ΠΡΟΣ ΔΥΣΜΑΣ ΠΡΟΣ ΤΑΣ ΒΑΣΙΛΙΚΑΣ ΠΥΛΑΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς δυσμὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Β΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τρισύμνητον καὶ Τρισαινετὸν καὶ Τρισδεδοξασμένον ἁπανταχοῦ οὐρανοῦ καὶ γῆς πανευφημίζεται τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Ὄνομά Σου, ὦ Τριάς, ὁ πρό τε πλάσεως καὶ πτώσεως Ἀδὰμ καὶ ἀπροϋποθέτως τῆς σωτηρίας αὐτοῦ καὶ τοῦ γένους αὐτοῦ Ἐνανθρωπήσας Εἷς καὶ Μόνος Θεὸς ἡμῶν˙ ὁ ἐν ἑπτὰ διαφόροις καὶ διακριταῖς φυσικαῖς ἕξεσιν, ἢ ταὐτὸν εἰπεῖν, καταστάσεσιν, ἀτρέπτως, ἀσυγχύτως, ἀδιαιρέτως καὶ ἀναυξομειώτως ἐν ταὐτῷ ὁ Αὐτὸς Ὤν, καὶ τῆς τῶν συμπάντων ἁρμονίας καὶ τάξεως Προών, καὶ περὶ ταύτης ἁπάσης Προνοών.
Ὡς, μέν, Ἀΐδιος Ἄχωρος, ἢ Ἔκχωρος, Θεός, ἐν μιᾷ καὶ μόνῃ καὶ τῇ αὐτῇ ἀκριβῶς κοινῇ ἐνεργείᾳ καὶ οὐσίᾳ καὶ ἐν τρισὶν ἰδίαις ζωαῖς ἐπιγινωσκόμενος˙ ὡς Ὕπατος, λέγω, Νοῦς καὶ Πατήρ, καὶ ὡς Ὕψιστος Λόγος καὶ Υἱός, καὶ ὡς Μέγιστος Νόμος καὶ Παῖς.
Ὡς, δέ, Οἰκονομικὸς Ἄχωρος, ἢ Ἔκχωρος, Θεός, ὡς Πρῶτος, δηλονότι, Οἰκονομικός, τουτέστι, Προοικονομικός, ὡς πάντων τῶν τῆς κτίσεως Προὼν καὶ τὰ σύμπαντα αὐτῆς ἐν τῇ Αὐτοῦ χειρί τε καὶ δρακὶ Διακρατῶν γνωριζόμενος˙ ἤτοι, ὡς ἐκ τοῦ μὴ ὄντος Ποιητής τε καὶ Τηρητής, κατ' αὐτὴν ταύτην τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποίησίν τε καὶ τήρησιν τῆς κτίσεως ἔξω τοῦ χώρου καὶ πρὸ αὐτῆς ἢ περὶ αὐτὴν εὑρισκόμενος˙ διὸ καὶ Πρόχωρος ἢ Περίχωρος ἐπονομαζόμενος, καὶ πάλιν, δηλαδή, Ἄχωρος, ἢ Ἔκχωρος, ἀλλ' Οἰκονομικός.
Ὡς, δέ, Οἰκονομικὸς Ἔγχωρος Θεός, ὡς Δεύτερος, Τρίτος, Τέταρτος, Πέμπτος καὶ Ἕκτος Οἰκονομικὸς διακρινόμενος.
Καὶ ὡς, μέν, Δεύτερος Οἰκονομικός, ὡς Ἄψυχός τε καὶ Ἄσαρκος Ἔγχωρος Θεὸς δεικνύμενος˙ ἤτοι, ἅμα τῇ κτίσει τῆς κτιστῆς οὐσίας, ἢ εὐθὺς μετ' αὐτήν, ἔσω τῆς κτίσεως εἰσερχόμενος, ὡς, μέν, πανταχοῦ αὐτῆς Παρὼν καὶ τὰ σύμπαντα αὐτῆς τῆς Αὐτοῦ ἐν αὐτῇ παρουσίας Πληρῶν, ὡς, δέ, ἐκ τοῦ ὄντος Ποιητής τε καὶ Τηρητής, τουτέστι, Μεταποιητής τε καὶ Μετατηρητής.
Ὡς, δέ, Τρίτος καὶ Τέταρτος Οἰκονομικός, ὡς Ἔμψυχος, ἐν ψυχῇ, καὶ Ἔνσαρκος, ἐν σαρκί, Ἔγχωρος Θεὸς πιστούμενος καὶ εἰς ἐγχώρησιν προαγόμενος.
Ὡς, δέ, Πέμπτος καὶ Ἕκτος Οἰκονομικός, ὡς Ὑπενδυτός, ἐν ἱματισμῷ, καὶ Ἐπενδυτός, ἐν ἱματίῳ, Ἔμψυχός τε καὶ Ἔνσαρκος καὶ Ἔγχωρος ἐν παντὶ Θεὸς ἐλεγχόμενος.
ᾞρεν ἡ κτίσις πρὸ αἰώνων πύλας βασιλικὰς καὶ τὸν ἐγχωρήσαντα ἐν αὐτῇ καὶ ἐγκοσμικευθέντα, τουτέστιν, ἐνανθρωπήσαντα, Τρισυπόστατον Κτίστην Θεὸν ὡς Βασιλέα καὶ Κύριον ὑπεδέξατο, εἰσοδεύοντα εἰς τὸν οἶκον αὐτῆς, ὃν ὁ τῶν πάντων οὗτος Δεσπότης Ἑαυτῷ ᾠκοδόμησεν.
Ὅτι Σοῦ ἡ τῶν Συμπάντων Οἰκοσχεδία καὶ ἡ Οἰκοδομία καὶ ἡ Οἰκοεισοδία καὶ ἡ Οἰκοδεσποτεία καὶ ἅπασα ἡ Οἰκονομία, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πανδυνήρῳ Πατρὶ καὶ τῷ Πανισχύρῳ Υἱῷ καὶ τῷ Παγκρατέρῳ Παιδί, Θεῷ Μόνῳ καὶ Ἑνί, εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν».
6. Β΄ ΜΕΡΟΣ ΤΡΙΑΔΙΑΝΟΥ ΚΑΙΝΟΡΘΟΔΟΞΟΥ ΣΥΜΒΟΛΟΥ ΠΙΣΤΕΩΣ
(ΑΡΘΡΑ 3 ΚΑΙ 4)
Καὶ ἀπαγγέλλει εἰς Δυσμὰς τὸ 3ον Ἄρθρον καὶ τὸ 4ον Ἄρθρον τοῦ Τριαδιανοῦ Καινορθοδόξου Συμβόλου τῆς Πίστεως.
7. Γ΄ ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΜΑΡΚΟΥ
(Γ΄ ΕΩΘΙΝΟΝ)
Καὶ στρεφόμενος πρὸς Νότους, πάλιν ἐκφωνεῖ˙
Σοφία˙ ὀρθοί˙ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσιν.
Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
Εἶτα ἀναγινώσκει κατὰ Νότους τὸ Γ΄΄΄ Ἑωθινὸν Εὐαγγέλιον τοῦ Μάρκου.
8. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Γ΄
(ΠΡΟΣ ΝΟΤΟΥΣ ΠΡΟΣ ΤΟΝ ΘΡΟΝΟΝ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Νότους ἱστάμενος (γονυπετῶν ἅπαξ), λέγει εἰς ἐπήκοον τὴν Γ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Εὐλογητός, Σύ, Τριάς, ὁ Εἷς καὶ Μόνος καὶ Μέγας Θεὸς ἡμῶν, καὶ εὐλογημένος εἶ ἐπὶ θρόνου δόξης τῆς βασιλείας Σου καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, ὁ Κύριος καὶ ὁ Θεὸς Ἰσραήλ.
Ὃν εἶδε, πρῶτος, Μιχαίας, ὁ Πιστότατός Σου Προφήτης, καθήμενον ἐπὶ θρόνου Αὐτοῦ, καὶ πᾶσαν τὴν Στρατιὰν καὶ τὴν Δύναμιν τοῦ Οὐρανοῦ παρεστηκυῖαν περὶ Αὐτόν, ἐκ δεξιῶν Αὐτοῦ καὶ ἐξ εὐωνύμων, ἐξ ἀριστερῶν Αὐτοῦ.
Ὃν εἶδε, δεύτερος, Ἠσαΐας, ὁ Μεγαλοφωνότατός Σου Προφήτης, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου˙ καὶ πλήρη τὸν Οἶκον τῆς δόξης Αὐτοῦ˙ καὶ Σεραφείμ, Ἀγγέλους Λειτουργοὺς Αὐτοῦ, ἑστηκότας κύκλῳ Αὐτοῦ˙ ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί˙ καὶ ταῖς μὲν δυσὶ κατακαλύπτοντας τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατακαλύπτοντας τοὺς πόδας, καὶ ταῖς δυσὶ πεταμένους καὶ ἐκκεκραγότας, ἕτερον πρὸς τὸν ἕτερον, καὶ λέγοντας˙ «Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ˙ πλήρης πᾶσα ἡ γῆ τῆς δόξης Αὐτοῦ».
Ὃν εἶδε, τρίτος, Ἰεζεκιήλ, ὁ Ἱερώτατός Σου Προφήτης, ὡς εἶδος καὶ ὁμοίωμα ἀνθρώπου, καθήμενον ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου Αὐτοῦ ἄνωθεν˙ ὃς ἦν ὡς ἐκ λίθου σαπφείρου, κείμενος ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν Χερουβίμ, οὕτως ἐπ' αὐτῶν. Ὃς ἑώρακε τὸν τόπον τοῦ θρόνου Σου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν Σου, ἐν οἷς κατασκηνώσει τὸ ὄνομά Σου ἐν μέσῳ οἴκου Ἰσραὴλ εἰς τὸν αἰῶνα.
Ὃν εἶδε, τέταρτος, Δανιήλ, ὁ Σοφώτατός Σου Προφήτης, ὡς παλαιὸν ἡμερῶν, καθήμενον ἐπὶ τοῦ θρόνου Αὐτοῦ˙ καὶ τὸ ἔνδυμα Αὐτοῦ λευκόν, ὡσεὶ χιών˙ καὶ τὴν τρίχα τῆς κεφαλῆς Αὐτοῦ, ὡσεὶ ἔριον καθαρόν˙ καὶ τὸν θρόνον Αὐτοῦ, φλόγα πυρός, καὶ τοὺς τροχοὺς αὐτοῦ πῦρ φλέγον.
Ὃν εἶδε, πέμπτος, Ἰωάννης, ὁ Ἐσχατώτατός Σου Προφήτης, ὄντα ὅμοιον, ὁράσει, λίθῳ ἰάσπιδι καὶ σαρδίῳ καὶ καθήμενον ἐπὶ θρόνου μεγάλου λευκοῦ, ὃς ἔκειτο ἐν τῷ οὐρανῷ˙ καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῶα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν, κυκλόθεν καὶ ἔσωθεν˙ καὶ τὸ ζῶον τὸ πρῶτον, ὅμοιον λέοντι˙ καὶ τὸ δεύτερον ζῶον, ὅμοιον μόσχῳ˙ καὶ τὸ τρίτον ζῶον, ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου˙ καὶ τὸ τέταρτον ζῶον, ὅμοιον ἀετῷ πετομένῳ˙ ἔχοντα, ἓν καθ' ἓν αὐτῶν, ἀνὰ πτέρυγας ἕξ, καὶ ἀνάπαυσιν οὐκ ἔχοντα, ἡμέρας καὶ νυκτός, καὶ λέγοντα˙ «Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος ὁ Θεός, ὁ Παντοκράτωρ˙ ὃς Ἦν καὶ ὁ Ὢν καὶ ὁ Ἐρχόμενος».
Ὁ Οὐρανός Σοι Θρόνος˙ ἡ δὲ Γῆ Ὑποπόδιον τῶν ποδῶν Σου˙ ὡς, Σύ, ὁ Τρισμέγιστος Κτίστης καὶ Κύριος τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς, διὰ Ἠσαΐου, τοῦ Θεόπτου τοῦ Σοῦ Ἀπροσίτου Θείου Θρόνου Προφήτου, λέγεις πᾶσι τοῖς ἐν τῷ Σῷ Πνεύματι καὶ τῇ Σῇ Ἀληθείᾳ ἀληθινοῖς προσκυνηταῖς Σου.
Σὺ γὰρ εἶ ὁ ἐν τῇ Σεαυτοῦ Σοφίᾳ ἑτοιμάσας τὸν Σὸν οὐρανὸν καὶ ἀφορίσας τὸν Σὸν θρόνον ἐπ' ἀνέμων. Σὺ γὰρ εἶ ὁ ἐν τῇ Σεαυτοῦ Σοφίᾳ ἐν ὑψηλοῖς κατασκηνώσας, καὶ ὁ θρόνος Σου ἐν στύλῳ νεφέλης˙ νεφέλη τοι καὶ γνόφος κύκλῳ Σοῦ τε καὶ αὐτοῦ. Σὺ γὰρ εἶ ὁ ἐν τῇ Σεαυτοῦ Σοφίᾳ κρατῶν πρόσωπον θρόνου Σου, ὁ ἐκπετάζων ἐπ' αὐτὸν νέφος Αὐτοῦ.
Σὺ εἶ Κύριος˙ καὶ ἐν τῷ Σῷ οὐρανῷ, ἐν τοῖς οὐρανοῖς τῶν Σῶν οὐρανῶν, ἐν Ναῷ τῷ Ἁγίῳ Σου, εἰς τὰ Ἅγια τῶν Ἁγίων Σου, ἕστηκεν ὁ θρόνος Σου.
Σὺ Τρὶς εἶ Μέγας Κύριος˙ καὶ ἐν τῷ ὑπὸ Σοῦ Θεοδομήτῳ Τρισυπάτῳ Οὐρανῷ ἡτοίμασας τὸν Σεαυτοῦ Τρισύψιστον Θρόνον, καὶ ἡ Σεαυτοῦ Θεοπαγὴς Τρισμεγίστη Βασιλεία τῶν παρὰ Σοῦ Φωτοτρόφων Οὐρανῶν πάντων τῶν ἐν τῇ κραταιᾷ χειρί Σου βασιλέων τῆς γῆς δεσπόζει, ὅτι ὥσπερ ὁρμὴ ὕδατος, οὕτω καρδία βασιλέως ἐν χειρὶ Σοῦ, τοῦ Θεοῦ˙ ἕτοιμος ὁ θρόνος Σου ἀπὸ τότε, ὅτι ἀπὸ τοῦ αἰῶνος Σὺ εἶ, καὶ ὁ θρόνος Σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σὺ εἶ Μόνος Κύριος, καὶ εἰς τὸν αἰῶνα μένεις˙ ὃς ἡτοίμασας ἐν κρίσει τὸν θρόνον Σου, ὅτι δικαιοσύνη καὶ κρῖμα, ἑτοιμασία καὶ κατόρθωσις τοῦ θρόνου Σου˙ καὶ Σύ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις˙ καὶ ὁ θρόνος Σου εἰς γενεὰν καὶ γενεάν, θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν.
Εἷς ἐστι Σοφός, Φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ Θρόνου Αὐτοῦ˙ Σύ, ὁ Τρισάγιος Ὑπερύμνητος Κύριος καὶ ὁ Τρισμέγιστος Ὑπερυψούμενος Θεὸς Πασῶν τῶν Δυνάμεων καὶ τῶν Στρατιῶν τοῦ Οὐρανοῦ, ὁ Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, ὁ Παντοκράτωρ˙ ὃς ἐβασίλευσας ἐπὶ πάντα τὰ ἔθνη τῆς γῆς, καὶ ἐν δόξῃ καθήμενος εἶ ἐπὶ Θρόνου Ἁγίου Σου, ἐπὶ Σιών, Ὄρος τὸ Ἅγιόν Σου˙ ἐπεὶ αὐτὴν τὴν Ἱερουσαλήμ, τὴν Ἁγίαν Σου Πόλιν, πάντα τὰ ἔθνη τῆς γῆς καλέσουσι Θρόνον Σοῦ, τοῦ Κυρίου Παντὸς τοῦ Οὐρανοῦ καὶ Πάσης τῆς Γῆς, ὡς, Σύ, προαιωνίως ᾑρετίσω καὶ προείρηκας διὰ Ἱερεμίου, τοῦ Σοῦ Ἐνδόξου Προφήτου, ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ.
Ὁ Παντοδύναμός Σου Λόγος ἀφ' ὑψηλῶν οὐρανῶν, ἐξ ἀοράτων θρόνων τῶν Σῶν Θείων βασιλειῶν, ὡσεὶ ἀπότομος πολεμιστής, εἰς μέσον τῆς ὀλεθρίας ἤλατο γῆς.
Σὺ γὰρ σείεις τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν καὶ καταστρέψεις θρόνους βασιλέων. Σὺ γὰρ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν. Σὺ γὰρ θήσεις τὸν θρόνον Σου ἐν Αἰλὰμ καὶ ἐξαποστελεῖς ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας.
Σὺ γὰρ εἶ ὁ καθιζάνων βασιλεῖς ἐπὶ θρόνους˙ καὶ Σύ, Κύριε, καθεῖλες θρόνους ἀρχόντων καὶ ἐκάθισας πραεῖς ἀντ' αὐτῶν, καθεῖλες δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσας ταπεινούς, ὅτι οὐκ ἀφελεῖς ἀπὸ δικαίου ὀφθαλμούς Σου καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ εἰς νῖκος καθιεῖς αὐτούς, καὶ ὑψωθήσονται. Σὺ γὰρ εἶ ὁ ἀνιστῶν ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρων πτωχὸν τοῦ καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
Σύ, Θεὲ Νοῦ, Πάτερ, Ἀρχίθρονε˙ καὶ Σύ, Θεὲ Λόγε, Αὐτοῦ Υἱέ, Ὁμόθρονε˙ καὶ Σύ, Θεὲ Νόμε, Αὐτοῦ Παῖ, Συνομόθρονε˙ ὃς διέθου διαθήκην τοῖς ἐκλεκτοῖς Σου˙ ὃς ὤμοσας Δαυΐδ, τῷ τε ἐκλεκτῷ καὶ πιστῷ δούλῳ Σου, ἕως τοῦ αἰῶνος ἑτοιμάσειν τὸ σπέρμα αὐτοῦ καὶ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον αὐτοῦ, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, ὡς τὸν ἥλιον ἐναντίον Σου καὶ ὡς τὴν σελήνην τὴν κατηρτισμένην εἰς τὸν αἰῶνα.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεός, Βασιλεὺς ἡμῶν, ὥσπερ ἀφεῖλες τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσας εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκας αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ, οὑτωσί, ἄφες καὶ τῷ γονυπετοῦντι, νῦν, ἐκλεκτῷ καὶ πιστῷ δούλῳ Σου τούτῳ Ἰωάννῃ - Ἱλαρίωνι ὅσα Σοι ἄτοπα ὡς ἄνθρωπος ἐπλημμέλησεν˙ ἐπεὶ ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον Σου˙ κόπασον διὰ τὸ ὄνομά Σου˙ μὴ ἀπολέσῃς θρόνον δόξης Σου˙ μνήσθητι˙ μὴ διασκεδάσῃς τὴν διαθήκην Σου τὴν μεθ' ἡμῶν˙ καὶ ἐπίβλεψον ἐπὶ τοῦτον τὸν ἀγαθὸν καὶ τὸν εὐθὺν ἐν τοῖς υἱοῖς Σου˙ καὶ ἑτοίμασον αὐτόν.
Καὶ στῆσον αὐτόν, ὡς ἔστησας Ἰησοῦν, τὸν Χριστόν Σου, ἄρχοντα ἐν Σῷ καὶ Αὐτοῦ τόπῳ καὶ τύπῳ πιστῷ˙ καὶ κατάστησον αὐτὸν ἐπὶ τὸν θρόνον Σοῦ τε καὶ Αὐτοῦ˙ καὶ ἔστω μετ' Αὐτοῦ εἰς Θρόνον Δόξης τοῦ Οἴκου τοῦ ἐν τῇ Σῇ Χάριτι Πατρὸς Αὐτοῦ, Σοῦ τοῦ Αὐτοῦ, τοῦ Ἀρχιθρόνου Θεοῦ Πατρός, μετὰ τοῦ Σοῦ καὶ κατὰ τὴν Σὴν Φύσιν Ὁμοθρόνου Υἱοῦ, σὺν τῷ Σῷ καὶ κατὰ τὴν Σὴν Φύσιν Συνομοθρόνῳ Παιδί˙ καθὼς εἶπε πάλαι Φαραώ, βασιλεὺς γῆς Αἰγύπτου, ἐν τῇ Σῇ Θείᾳ ἐμπνεύσει, τοῦ Βασιλέως τῶν βασιλέων καὶ τοῦ Κυρίου τῶν κυρίων, τοῦ Κυρίου τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς, τῷ ἐκλεκτῷ καὶ πιστῷ δούλῳ Σου Ἰωσήφ˙ «Σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου, πλήν, τὸν θρόνον ὑπερέξω σου ἐγώ».
Καὶ καταξίωσον αὐτὸν καθεσθῆναι ἐπὶ θρόνου καὶ κατάρξαι καὶ εὐδοκηθῆναι ὑπὸ Σοῦ τε καὶ τοῦ Χριστοῦ Σου καὶ τοῦ χριστοῦ λαοῦ Σου καὶ χαρῆναι ἐπ' αὐτῷ καὶ εὐφρανθῆναι ἐπὶ τῇ καθέδρᾳ καὶ τῇ ἀρχῇ αὐτοῦ πάντα τὸν ἐκλεκτόν Σου λαὸν τὸν κατοικοῦντα ἐπὶ τῆς γῆς ταύτης.
Καὶ καθὼς ἦσθα, Σύ, Κύριε, μετὰ τοῦ βασιλέως Δαυΐδ, τοῦ δούλου Σου, οὕτως ἴσθι καὶ μετὰ τοῦ δούλου Σου τούτου˙ καὶ ἀγαθύναι, ὁ Θεός, τὸ ὄνομα αὐτοῦ ὑπὲρ τὸ ὄνομα ἐκείνου˙ καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον ἐκείνου, ὡς Σολομῶντος, τοῦ ἐκείνου υἱοῦ˙ καὶ δοῦναι τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων.
Καὶ ἀνόρθωσον τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα˙ καὶ ὁ θρόνος αὐτοῦ ἔστω, ὡς ὁ θρόνος Δαυΐδ, ἀνωρθωμένος καὶ ἕτοιμος ἐνώπιόν Σου, Κύριε, εἰς τὸν αἰῶνα˙ καὶ εἴη ὁ βασιλεὺς καὶ ὁ θρόνος αὐτοῦ ἀθῷος˙ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη παρὰ Σοῦ, τοῦ Κυρίου, ἕως αἰῶνος.
Καὶ χάρισαι αὐτῷ, ὁ Θεός, θρόνον Σολομώντειον, θρόνον ἐλεφάντινον μέγαν, ἐξ ἐλεφαντίνων ὀδόντων, ἐκ τῶν Σῶν Θείων, δηλονότι, καὶ ὀστεΐνων, τουτέστι, πνευματικῶν, θεωρητικῶν τε καὶ πρακτικῶν, ἀρετῶν, περιεχρυσωμένον τε καὶ κατεχρυσωμένον χρυσίῳ δοκίμῳ, ἤτοι, ἐν τῇ Σῇ Θείᾳ Δόξῃ καὶ Χάριτι˙ ὅπως ἴδωσιν αὐτὸν καθήμενον ἐπὶ τούτου οἱ βασιλεῖς τῆς γῆς καὶ ἐν αὐτῷ δοξάσωσι καὶ εὐλογήσωσί Σε καί, καθὼς εἶπον, τὸ πάλαι, Σολομῶντι, εἴπωσι καὶ αὐτῷ˙ «ἔστω Κύριος ὁ Θεός σου εὐλογημένος˙ ὃς ἠθέλησεν ἐν σοὶ τοῦ δοῦναί σε ἐπὶ θρόνον Αὐτοῦ εἰς βασιλέα Κυρίῳ Θεῷ σου, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα˙ καὶ ἔδωκέ σε ἐπ' αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρῖμα καὶ δικαιοσύνην».
Καὶ ἑτοίμασον μετὰ τῆς Σῆς Δικαιοσύνης τὸν θρόνον τῆς ἀρχῆς αὐτοῦ, τοῦ μὴ ἐναντιοῦσθαι ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, καθημένου, ὡς βασιλέως δικαίου, ἐπὶ θρόνου, πᾶν πονηρόν˙ ἐπεὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν˙ καὶ ἀπόστησον ἐκ προσώπου αὐτοῦ τοὺς ἀσεβεῖς, τοῦ κατορθῶσαι ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
Καὶ διόρθωσον μετὰ τοῦ Θείου Ἐλέους καὶ τῆς Ἀληθείας Σου τὸν θρόνον αὐτοῦ, καὶ τὴν καθέδραν ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἐν Σκηνῇ Δαυΐδ, ἐν Σιών, ἔνδον Ναοῦ τοῦ Ἁγίου Σου, εἰς τὰ Ἅγια τῶν Ἁγίων Σου, τοῦ κρίνειν καὶ ἐκζητεῖν κρῖμα καὶ σπεύδειν δικαιοσύνην, ὡς θρόνον καὶ καθέδραν Δαυΐδ˙ ὃς ἐν τῷ Σῷ Ἐλέῳ καὶ ἐν τῷ ἐλέῳ ἑαυτοῦ ἐκληρονόμησε θρόνον βασιλείας εἰς αἰῶνα αἰῶνος˙ ἐπεὶ ἐλεημοσύνη καὶ ἀλήθεια, φυλακὴ βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ˙ καὶ δίδαξον αὐτὸν ἐν τῇ Σῇ Ἀληθείᾳ κρῖναι τοὺς πτωχούς, τοῦ κατασταθῆναι τὸν θρόνον αὐτοῦ εἰς μαρτύριον˙ ὅτι Σὺ ἐποίησας τὴν κρίσιν αὐτοῦ καὶ τὴν δίκην αὐτοῦ, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην˙ καὶ Σὺ κρινεῖς πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖς λαοὺς ἐν εὐθύτητι.
Καὶ μὴ συμπροσέστω αὐτῷ θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα, ἢ θρόνος ἀτιμίας, ὁ μισῶν δίκαια, μηδὲ θρόνος ὑπερηφανίας ἢ μεγαλαύχου καυχήσεως ἐναντίον Σοῦ, τοῦ Κυρίου˙ μήποτε ὀργισθῇς, Σύ, Κύριε, καὶ οὗτος ὁ τάλας καταβῇ εἰς ᾅδην καὶ εἰς τὰ θεμέλια τῆς γῆς, ὡς ὁ ἐκπεσὼν Ἑωσφόρος, ὁ πρῴην ἑστὼς παρὰ Σοί, ὁ εἰπὼν ἐν τῇ διανοίᾳ αὐτοῦ˙ «εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου˙ καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βορρᾶν˙ ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ».
Σύ, δέ, Κύριε, μὴ καταρράξῃς τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν, μηδὲ σμικρύνῃς τὰς ἡμέρας τοῦ χρόνου καὶ τοῦ θρόνου αὐτοῦ˙ ἀλλ' ἐνθρόνισον, ὁ Θεός, ἐπὶ πάντων, τῶν τε ἔνδοθεν λογισμῶν, τῶν τε θύραθεν λόγων καὶ τῶν ἔξωθεν ἔργων αὐτοῦ, διὰ τῶν ἔνδον αἰσθητηρίων, τὸν ἱερὸν ἡγεμόνα νοῦν˙ ἐπεὶ ἀνὴρ συνετός, θρόνος αἰσθήσεως˙ καὶ ἄνοιξον τὰ ὦτα τῆς διανοίας αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων τῆς Σεαυτοῦ Σοφίας, λεγούσης˙ «εἰ, οὖν, ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε».
Καὶ συνέτισον αὐτόν, ὡς Σολομῶντα, τοῦ προκρῖναι Αὐτὴν ὑπὲρ σκήπτρων καὶ θρόνων˙ καὶ δὸς αὐτῷ, ὡς κἀκείνῳ, τὴν τῶν Σῶν Οὐρανίων Θρόνων πάρεδρον Σοφίαν˙ καὶ μὴ ἀποδοκιμάσῃς αὐτὸν ἐκ παίδων Σου, ἀλλ' ἐξαπόστειλον Αὐτὴν ἐξ Ἁγίων Οὐρανῶν Σου καὶ ἀπὸ Θρόνου Δόξης Σου πέμψον Αὐτὴν αὐτῷ˙ ἵνα συμπαροῦσα αὐτῷ κοπιάσῃ, καὶ αὐτὸς γνῷ τὶ εὐάρεστόν ἐστι παρὰ Σοί˙ καὶ ἵνα ᾖ προσδεκτὰ τὰ ἔργα αὐτοῦ ἐνώπιόν Σου, καὶ οὗτος διακρίνῃ τὸν λαόν Σου δικαίως, καὶ αὐτὸς ᾖ ἄξιος θρόνων τῶν πατέρων καὶ προκατόχων ἑαυτοῦ, τῶν δούλων Σου τῶν ἁγίων.
Καὶ ἔνδυσον αὐτόν, τὸν καθησόμενον ἐπὶ τοῦ θρόνου, ὡς ἐνέδυσας Ἰησοῦν, τὸν Χριστόν Σου, Σὴν Θείαν ἀήττητον παρρησίαν, τῆς Σῆς Τρισμεγίστης Ἀρχιερωσύνης˙ ὅπως μετὰ παρρησίας προσέρχηται τῷ τῆς Σῆς Χάριτος Θρόνῳ, ἵνα λάβῃ παρὰ Σοῦ ἔλεον καὶ χάριν εὕρῃ παρὰ Σοί˙ χάριν τοι καὶ εἰρήνην ἀπὸ πάντων τῶν Ἑπτὰ Σῶν Θείων Πνευμάτων, ἅ ἐστιν ἐνώπιον τοῦ Σεαυτοῦ Θρόνου ὡσεὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι, εἰς εὔκαιρον βοήθειαν, ὑπὲρ ἑαυτοῦ καὶ παντὸς τοῦ λαοῦ, Σοῦ τε καὶ τοῦ Χριστοῦ Σου καὶ αὐτοῦ.
Ἐν δὲ τέλει, δὸς αὐτῷ, νικῶντι ἐπὶ τῆς γῆς, καθίσαι μετὰ τοῦ Χριστοῦ Σου ἐν τῷ θρόνῳ Αὐτοῦ, ὡς καὶ Αὐτὸς ἐνίκησε καὶ ἐκάθισε μετὰ Σοῦ, τοῦ ἐν τῇ Σεαυτοῦ Χάριτι Πατρὸς Αὐτοῦ, ἐν δεξιᾷ τοῦ Θρόνου τῆς Μεγαλωσύνης Σου, ἐν τοῖς Σοῖς Τρισυψίστοις Οὐρανοῖς˙ καὶ πλήρωσον αὐτὸν τῆς Σῆς ἐκθαυμάστου καὶ μακαρίου ὑπομονῆς, δι' ἣν οἱ ἅγιοί Σου καὶ τῷ Θείῳ Σου, νῦν, παρεστήκασι Θρόνῳ, καὶ τὸν μακάριον, παρὰ Σοί, βιοῦσιν αἰῶνα˙ πρεσβείαις καὶ προστασίαις τῶν Σῶν Θείων Οὐρανίων Ἀσωμάτων Θρόνων καὶ πασῶν τῶν Σῶν Θείων Ἐπουρανίων Ἀσωμάτων Δυνάμεων.
Σοί, γάρ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Παιδί, Θεῷ Ἑνί, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ Χριστῷ Σου, τῷ ἐν τῷ Σῷ Ἐλέῳ καὶ ἐν τῇ Σῇ Χάριτι συγκαθημένῳ καὶ συμβασιλεύοντι μετὰ Σοῦ, ἀνήκει ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
9. Γ΄ ΜΕΡΟΣ ΤΡΙΑΔΙΑΝΟΥ ΚΑΙΝΟΡΘΟΔΟΞΟΥ ΣΥΜΒΟΛΟΥ ΠΙΣΤΕΩΣ
(ΑΡΘΡΑ 5 ΚΑΙ 6)
Καὶ ἀπαγγέλλει εἰς Νότους τὸ 5ον Ἄρθρον καὶ τὸ 6ον Ἄρθρον τοῦ Τριαδιανοῦ Καινορθοδόξου Συμβόλου τῆς Πίστεως.
10. Δ΄ ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΕΩΘΙΝΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΙΩΑΝΝΟΥ
(ΙΑ΄ ΕΩΘΙΝΟΝ)
Καὶ στρεφόμενος πρὸς Βορρᾶς, πάλιν ἐκφωνεῖ˙
Σοφία˙ ὀρθοί˙ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσιν.
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
Εἶτα ἀναγινώσκει κατὰ Βορρᾶς τὸ ΙΑ΄ Ἑωθινὸν Εὐαγγέλιον τοῦ Ἰωάννου.
11. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Δ΄
(ΠΡΟΣ ΒΟΡΡΑΣ ΠΡΟΣ ΤΟΝ ΑΜΒΩΝΑ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Βορρᾶς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Δ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Πᾶσα σοφία ἐν ἀνθρώποις ἄνωθέν τε καὶ ὕπερθεν, οὐρανόθεν τε καὶ θεόθεν κατερχομένη ἐξακριβοῦται, Τρισύπατε, Τρισύψιστέ τε καὶ Τρισμέγιστε, Κύριε, Κύριε, Κύριε, ὁ Εἷς καὶ Τρισίζωος Κύριος καὶ Θεὸς ἡμῶν, ἐκ Σοῦ, τοῦ Θεοῦ Νοῦ καὶ Πατρός, διὰ Σοῦ, τοῦ Θεοῦ Λόγου καὶ Υἱοῦ, καὶ ἐν Σοί, τῷ Θεῷ Νόμῳ καὶ Παιδί˙ καὶ πᾶσα γνῶσις Σή ἐστι˙ καὶ πᾶσα ἀλήθεια ἐν Σοὶ εὕρηται τεθησαυρισμένη καὶ διαλάμπουσα˙ καὶ πᾶσα χάρις ἐκ Σοῦ τοῦ Αὐτοῦ καὶ Μόνου ἀπορρέουσα καὶ τὸν κόσμον σύμπαντα καταρδεύουσα.
Διὸ καὶ οὐδένα ἐξ ἡμῶν, τῶν τε κτιστῶν καὶ πεπερασμένων νόων, δεῖ, κατ' ἀκρίβειαν, καλεῖσθαι διδάσκαλον καὶ καθηγητήν, ὥσπερ ὁ Χριστός Σου ἐν τοῖς Εὐαγγελίοις ἡμῖν παρέδωκεν, ὅτι Σὺ εἶ ὁ τοιοῦτος μόνος˙ πάντες δὲ οἱ ὑπὸ Σοῦ κεχαριτωμένοι, σκεύη ὀστράκινα καὶ δοχεῖα πήλινα, φέροντα ἐν αὐτοῖς τὸν τῆς Σῆς Ἀληθείας καὶ Σοφίας, Δωρεᾶς τε καὶ Χάριτος ἀσύλητον θησαυρόν, πρὸς κοινὴν τῆς Σῆς Ἐκκλησίας ὠφέλειαν˙ δι' ὧν πᾶσαν τὴν ὑφήλιον ἀνθρωπείαν οἰκουμένην, Σύ, ὡς καλὸς καὶ σοφὸς Ἁλιεύς, σαγηνεύεις, ἀπάγων εἰς ἀκριβῆ Δογματογνωσίαν καὶ ὁδηγῶν πρὸς ἀσφαλῆ Πνευματοκτησίαν.
Ὧν ὁ φθόγγος ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ ῥήματα εἰς τὰ τέσσαρα πέρατα τοῦ κόσμου ἀπηχήθησαν˙ καὶ οἱ πόδες εἰς τὴν διακονίαν τοῦ κηρύγματος τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ Σου ἐπλατύνθησαν, καὶ αἱ χεῖρες ἐμακρύνθησαν εἰς τὴν λειτουργίαν τῶν ἱερῶν καὶ τῶν θείων Σου μυστηρίων.
Διὸ μὴ πάντες ἀπόστολοι, μὴ πάντες προφῆται, μὴ πάντες διδάσκαλοι, καθὼς ὁ Πρωτοκορυφαῖος τῶν Ἀποστόλων τοῦ Χριστοῦ Σου Παῦλος φησίν, ἀλλ' οἷς δέδοται γνῶναι τὰ μυστήρια τῆς Σῆς Θείας βασιλείας.
Ὅτι Σόν ἐστι τὸ σοφίζειν τυφλοὺς καὶ ἁλιεῖς ἀνθρώπων τοὺς τῶν ἰχθύων ποιεῖν, καὶ Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
12. Δ΄ ΜΕΡΟΣ ΤΡΙΑΔΙΑΝΟΥ ΚΑΙΝΟΡΘΟΔΟΞΟΥ ΣΥΜΒΟΛΟΥ ΠΙΣΤΕΩΣ
(ΑΡΘΡΑ 7 ΚΑΙ 8)
Καὶ ἀπαγγέλλει εἰς Βορρᾶς τὸ 7ον Ἄρθρον καὶ τὸ 8ον Ἄρθρον τοῦ Τριαδιανοῦ Καινορθοδόξου Συμβόλου τῆς Πίστεως.
ΙΙI. ΣΤΑΥΡΟΕΙΔΗΣ ΘΥΜΙΑΣΙΣ
Μετὰ δὲ τὸ συντελέσαι πάντα τὰ τοιαῦτα, ὁ ὑπὸ χρῖσιν στρέφεται κατ' ἀνατολὰς καί, λαβὼν θυμιατήριον, ὑψοῖ τοῦτο πρὸ τοῦ ἐπὶ τοῦ τραπεζίου καὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου προκειμένου ἱεροῦ Εὐαγγελίου καὶ εὐλογεῖ τὸ θυμίαμα, λέγων ἐκφώνως˙
Τοῦ Κυρίου δεηθῶμεν˙
«Εὐλογητὸς ὁ ἐν Τριάδι καὶ ἐν Μονάδι Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θυμίαμά Σοι προσφέρομεν, Τριάς, ὁ σαρκωθεὶς Εἷς Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς˙ ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν Σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν Σὴν Μίαν καὶ Τρισαέναον, Θείαν καὶ Νοερὰν Χάριν, ἐκ Σοῦ, τοῦ Θεοῦ Νοῦ καὶ Πατρός, διὰ Σοῦ, τοῦ Θεοῦ Λόγου καὶ Υἱοῦ, καὶ ἐν Σοί, τῷ Θεῷ Νόμῳ καὶ Παιδί. Ἀμήν».
Εἶτα θυμιᾷ σταυροειδῶς, πρός τε ἀνατολάς, πρός τε δυσμάς, πρός τε νότους καὶ πρὸς βορρᾶς.
IV. ΑΙ ΤΕΣΣΑΡΕΣ ΑΡΧΙΕΡΑΤΙΚΑΙ ΕΝΔΥΣΕΙΣ
1. ΠΡΩΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΝΔΥΣΙΣ
(ΣΤΑΥΡΟΦΟΡΙΑ, ΕΓΚΟΛΠΙΟΦΟΡΙΑ, ΜΑΝΔΥΟΦΟΡΙΑ ΚΑΙ ΒΑΚΤΗΡΙΕΓΧΕΙΡΙΑ)
Εἶτα, λαβὼν τόν τε ἀρχιερατικὸν σταυρόν, τό τε ἀρχιερατικὸν ἐγκόλπιον, τόν τε ἀρχιερατικὸν μανδύαν καὶ τὴν ἀρχιερατικὴν βακτηρίαν, τὸν μὲν σταυρὸν καὶ τὸ ἐγκόλπιον, ἐπιτίθησιν ἐπὶ τοῦ τραπεζίου, ἑκατέρωθεν τοῦ ἐπ' αὐτοῦ καὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου προκειμένου ἱεροῦ Εὐαγγελίου, καὶ τὸν μέν, ἐξ εὐωνύμων, τὸ δέ, ἐκ δεξιῶν Αὐτοῦ, τὸν δὲ μανδύαν, ἐπιτίθησιν ἐπ' Αὐτοῦ, τὴν δὲ βακτηρίαν, παρατίθησι παρὰ τῷ τραπεζίῳ.
ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Ε΄
(ΕΠΙ Τῌ ΚΑΛΥΨΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Καλύψει τοῦ Ἀρχιερέως Ε΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριάς, ἡ πρῴην, μέν, Ἄχωρος, νῦν, δέ, Ἔγχωρος ἅμα τε καὶ Ἔκχωρος, ἤ, ταὐτὸν εἰπεῖν, Ἐξέγχωρος˙ ἡ πρῴην, μέν, Ἄσαρκος, νῦν, δέ, Ἔνσαρκος ἅμα τε καὶ Ἔκσαρκος, ἤ, ταὐτὸν εἰπεῖν, Ἐξένσαρκος˙ ἡ Πανταχουπαρούσιος καὶ Πανταπληρούσιος, Παντοκαλυπτήριός τε καὶ Παντοσυνεκτήριος ἁπάντων τῶν Σῶν Συμπάντων.
Ὁ εἰς ἑκάστην τῶν Τριῶν Σῶν Ἰδίων Ζωῶν, ἤ, ταὐτὸν εἰπεῖν, Θείων Ὑποστάσεων, ἀϊδίως, μέν, καὶ οἰκονομικῶς, ἀσυγχύτως τε καὶ διακριτῶς, τὸ Ἐξώτερον, ἐν Σοί, Νοερόν, ὡς ἱμάτιον, κατὰ φύσιν Σήν, ἔτι ἀναβαλλόμενος τῆς Σῆς Θεότητος Φῶς, ἤγουν, τὴν Σὴν Θείαν Ἄκτιστον Ἐνέργειαν, τὴν καὶ Ἄϋλον Σὴν Δωρεάν τε καὶ Χάριν, ἐπὶ τοῦ Ἐσωτέρου, ἐν Σεαυτῷ, Νοεροῦ Φωτὸς τῆς Θεότητός Σου, ὅ, ὡς ἱματισμόν, Σύ, κατὰ φύσιν Σήν, καὶ κατ' ἀρχήν, περιβάλλῃ, ἐπὶ τῆς Σῆς, δηλονότι, Ἀκτίστου τε καὶ Ἀΰλου, Θείας Οὐσίας.
Οἰκονομικῶς, δέ, μόνως, ἀσυμφύρτως τε καὶ ἀχωρίστως, τὸ Ἐξωτερικώτερον, παρὰ τῇ Σῇ τοιαύτῃ, Ἀκτίστῳ, ὡς καὶ Ἀΰλῳ, Ἐνδοτέρᾳ Θεότητι, ὡσεὶ ἐπένδυμα, κατὰ Χάριν Σήν, προσέτι περιστελλόμενος τῆς Σῆς Συνθετοτρόπου Θείας Δημιουργικῆς Ἀριστοτεχνίας Κτιστόν τε καὶ Ἔνυλον Θεούργημα, ἐπάνω τοῦ Ἐσωτερικωτέρου, παρὰ τῇ αὐτῇ Σῇ Θεότητι, Κτιστοῦ, πάλιν, πλήν, Ἡμιΰλου, Θεουργήματος τῆς Θείας Σου Ἀσυνθετοτρόπου Ποιητικῆς Ἀρχιτεκτονίας, ὅ, ὡς ὑπένδυμα, Σύ, κατὰ Χάριν Σήν, καὶ κατ' ἀρχήν, ἐνστέλλῃ, Εἷς καὶ Μόνος καὶ Ὅλος Θεὸς ἡμῶν.
Θεὲ Πάτερ, Ἀρχιπροσλῆπτορ, καὶ Θεὲ Υἱέ, Συμπροσλῆπτορ, καὶ Θεὲ Παῖ, Συσυμπροσλῆπτορ˙ ὁ πρό, μέν, τῶν συμπαντιαίων αἰώνων μόνος Ὢν καὶ Προών, πρό, δέ, τῶν ἀδαμιαίων αἰώνων ὅλος Ἐνανθρωπήσας Ὑπάρχων καὶ Προϋπάρχων, ὁ Εἷς καὶ ὁ Αὐτὸς Μέγας Θεὸς ἡμῶν, ἵνα τὰ πάντα, ἔτι καὶ τὰ Σὰ δοῦλα Σύμπαντα, Ἓν ὦσιν ἐν Σοί, καθὼς Ὑμεῖς ἐν ἀλλήλοις Ἓν ἐστέ˙ οὗ ἡ ἀπειρόκαλλος ἀρετὴ ἐκάλυψε πάντας τοὺς Σοὺς δυσαναβάτους οὐρανοὺς καὶ ἡ ἀκατάπαυστος αἴνεσις ἐπλήρωσε πᾶσαν τὴν ὑπ' αὐτοὺς Σὴν δυσδιάνυτον γῆν.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεὸς ἡμῶν, ἐν τῇ Σῇ Ἀκηράτῳ Θείᾳ Δόξῃ, τῇ ὑπὲρ πᾶσαν δόξαν, κάλυψον καὶ τὸν Μελλόχριστον τοῦ Ἐλέους Σου Δοῦλόν Σου τοῦτον Ἰωάννην - Ἱλαρίωνα, ὡς Παράδεισον τῆς Σῆς Εὐλογίας μεστόν, ἤτοι, ἀρετῶν φόβου Σοῦ, τοῦ Κυρίου τοῦ οὐρανοῦ καὶ τῆς γῆς˙ καὶ ἔνδυσον αὐτὸν τὸν μανδύαν τὸν πτυχώδη, τὸν ποταμώδη, τὸν πυρρόν, τῆς ὑπερενδόξου Σου Χάριτος˙ οὗ αἱ πυρραὶ ποταμώδεις πτυχαὶ τοὺς νοεροὺς ποταμοὺς τοῦ ἀΰλου πυρὸς τῆς Χάριτός Σου ἐμφαίνουσιν, ὅτι ἡ εὐλογία Σου ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσε˙ καὶ Σὺ φανήσῃ ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.
Καὶ ἔτι κάλυψον αὐτὸν ἐν τῇ Σῇ Μακαρίᾳ Θείᾳ Ἀξίᾳ˙ καὶ θὲς κλοιὸν χρύσεον καὶ μὴ σιδηροῦν, καὶ μανιάκην χρυσοῦν, καὶ μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου περὶ τῷ τραχήλῳ αὐτοῦ˙ ἤγουν, ἀξίωσον αὐτὸν ἐγκλοιώσασθαι αὐτοὺς τοὺς Σοὺς Χρυσοπλοκωτάτους Θείους Νόμους καὶ Θεσμοὺς καὶ Λόγους περὶ τῷ τραχήλῳ αὐτοῦ˙ καὶ αὐτή, αὖθις, ἡ Σὴ Θεία, ὑπὲρ ἅπαν χρυσίον καὶ ἀργύριον, Ἄπρατος Χάρις, ὡσεὶ ἐγκόλπιον ἀξίας, ἔστω περὶ τούτῳ, τοῦ εἰσελθεῖν τὸ ἀξίωμα αὐτοῦ ἐνώπιόν Σου, Κύριε, καὶ γενέσθαι αὐτὸ διακριτόν τε καὶ διάσημον, ὑποληπτόν τε καὶ σεβαστὸν ἐνώπιον πάντων τῶν υἱῶν τῶν ἀνθρώπων, ὁρώντων αὐτὸν καὶ θαυμαζόντων καὶ λεγόντων˙ «τί ὡραιώθη τράχηλός σου ὡς ὁρμίσκοι»;
Καὶ καρδίαν καθαρὰν ὡράϊσον καὶ κτίσον ἐν αὐτῷ, ὁ Θεός˙ καὶ λείανον καὶ λάμψον καρδίαν αὐτοῦ, καὶ πᾶσιν ἐπίφανον αὐτήν, ἐν τῇ τοῦ ἐπὶ τῆς καρδίας αὐτοῦ φερομένου ἐγκολπίου ἐπιλάμψει, ὡραιότητί τε καὶ λειότητι.
Προσέτι δέ, κάλυψον καὶ στήριξον καὶ παρακάλεσον αὐτὸν ἐν τῇ Σῇ Αἰωνίῳ Θείᾳ Ἰσχύϊ ˙ καὶ ἀξίωσον αὐτὸν ζώσασθαι τὴν ὀσφὺν αὐτοῦ καὶ λαβεῖν ἐν τῇ χειρὶ αὐτοῦ τὴν βακτηρίαν τοῦ παρακλητικοῦ ἐπιστηριγμοῦ Σου, τοῦ πορεύεσθαι ἐν ταῖς εὐθείαις καὶ ταῖς λείαις τρίβοις τῶν Σῶν Θείων Θελημάτων καὶ ἐν ταῖς στεναῖς καὶ ταῖς τεθλιμμέναις ὁδοῖς τῶν Σῶν σωτηρίων ἐντολῶν, καθὼς ἐλάλησας Μωϋσεῖ τῷ θεράποντί Σου καὶ παντὶ τῷ λαῷ Σου τῷ Ἰσραήλ, εἰπών˙ «αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν».
Καὶ παράσχου αὐτῷ βακτηρίαν ἐγρηγορῶσαν ἐν χειρί, καρυΐνην˙ βακτηρίαν ἀσύντριπτον ἐν ὁδῷ, εὐκλεῆ˙ βακτηρίαν παρακλήσεως ἀδελφῶν καὶ μὴ ὕβρεως, ὡς ἐκ στόματος ἀφρόνων˙ βακτηρίαν παιδεύσεως υἱῶν˙ ἐπεί, ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει, καθὼς γέγραπται.
Σύ, γάρ, εἶ Θεὸς Ἀκηράτου Δόξης, Μακαρίας Ἀξίας καὶ Αἰωνίου Ἰσχύος, ὁ Δοτὴρ παντὸς ἐπιστηριγμοῦ καὶ Πατὴρ πάσης παρακλήσεως, καὶ Σοὶ πᾶσαν δόξαν, ἀξίαν καὶ ἰσχὺν ἡμῶν ἀναπέμπομεν, καὶ πᾶσαν πίστιν, ἐλπίδα καὶ ἀγάπην ἡμῶν ἀναφέρομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Παιδί, Θεῷ Ἑνί, ὅλῳ ἐνσαρκωθέντι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς πάντας τοὺς δεδοξασμένους αἰῶνας τῆς Βασιλείας Σου. Ἀμήν».
Μετὰ δὲ τὸ εἰπεῖν τὴν τοιαύτην εὐχήν, ὁ ὑπὸ χρῖσιν ἐκδύεται ἀμφότερα τὰ φερόμενα, τό τε πολυσταύριον ἱερὸν φελώνιον καὶ τὸ πολυσταύριον ἱερὸν ἐπιτραχήλιον, καὶ ἄρχεται ἀρχιερατικῶς ἐνδυόμενος, λέγων˙
«Καλύπτεται Θείῳ Τιμίῳ Μανδύᾳ, ὁμοῦ μετὰ Σταυροῦ, Ἐγκολπίου τε καὶ Βακτηρίας, ὁ Δοῦλος τοῦ Θεοῦ Ἰωάννης- Ἱλαρίων, ὡς Ἐλέῳ Θεοῦ Ἀρχιερεύς τε καὶ Πάππας τοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν».
1. Ἐπὶ δὲ τοῦ σταυροῦ (τοῦ μετὰ τοῦ ἐγκολπίου συνδυαζομένου)˙ «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι».
2. Ἐπὶ δὲ τοῦ ἐγκολπίου˙ «Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου».
3. Ἐπὶ δὲ τοῦ μανδύου˙ «Ἡ εὐλογία Αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσε. Καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ».
4. Ἐπὶ δὲ τῆς βακτηρίας (μικρᾶς ῥάβδου)˙ «Ἡ ῥάβδος Σου καὶ ἡ βακτηρία Σου αὐταί με παρεκάλεσαν. Ἀμήν».
2. ΔΕΥΤΕΡΑ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΝΔΥΣΙΣ
(ΕΠΙΤΡΑΧΗΛΙΟΦΟΡΙΑ, ΔΑΚΤΥΛΙΟΘΕΣΙΑ, ΜΙΤΡΟΦΟΡΙΑ ΚΑΙ ΡΑΒΔΕΓΧΕΙΡΙΑ)
Α΄ . ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΠΙΤΡΑΧΗΛΙΟΦΟΡΙΑ
Μετὰ ταῦτα, ὁ ὑπὸ χρῖσιν ἐπιτίθησι τὸ ἀρχιερατικόν, μόνον, ἱερὸν ἐπιτραχήλιον (ἄνευ τοῦ μικροῦ ἀρχιερατικοῦ ἱεροῦ ὠμοφορίου μεθ' οὗ τοῦτο συνδυάζεται) ἐπὶ τοῦ ἐπὶ τοῦ τραπεζίου καὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου προκειμένου ἱεροῦ Εὐαγγελίου καὶ ἔπειτα ἐνδύεται αὐτὸ ἐπὶ τοῦ ἤδη φερομένου ἀρχιερατικοῦ μανδύου, λέγων˙
Ἐπὶ τοῦ ἐπιτραχηλίου˙ «Εὐλογητὸς ὁ Θεὸς ὁ ἐκχέων τὴν χάριν ἐπὶ τοὺς Ἀρχιερεῖς Αὐτοῦ ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ἀμήν».
Β΄ . ΑΡΧΙΕΡΑΤΙΚΗ ΔΑΚΤΥΛΙΟΘΕΣΙΑ
Εἶτα, λαβὼν τόν τε μέγαν καὶ τὸν μικρὸν ἀρχιερατικὸν δακτύλιον, ἐπιτίθησιν ἀμφοτέρους ἐπὶ τοῦ ἐπὶ τοῦ τραπεζίου καὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου προκειμένου ἱεροῦ Εὐαγγελίου.
ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ ΣΤ΄
(ΕΠΙ Τῌ ΟΝΟΜΑΤΙ ΑΡΜΟΣΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Ὀνόματι Ἁρμόσει τοῦ Ἀρχιερέως Στ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριάς, ἡ Ἀντεπίδεικτος καὶ Ἀπαλίντροπος Ἁρμονία˙ ἡ Ἀΐδιος καὶ Μακάριος Συμμετρία˙ ἡ Ἄκτιστος καὶ Ἀδιασάλευτος Εὐταξία˙ ἡ Ἄναρχος καὶ Ἀτελεύτητος Ἐντελέχεια.
Μόνε Ἀγέννητε, Μοναγέννητε, Ἐνδιάθετε, Εἰσακτέ, Ἀρχέτυπε Πάτερ˙ Τρισαμέριστε, Ὅλε, Δυνηρέ, Ἐνυπόστατε ἅμα καὶ Ἑνιϋπόστατε Θεὲ Νοῦ˙ ἡ εἰς τὴν Σὴν Θείαν Οὐσίαν Θεία καὶ Εἰσακτὴ Ἐνυπόστατος Αὐτόνοια, Αὐτὸς ὁ Ἐνυπόστατος Θεὸς Νοῦς˙ ὁ τῷ Λόγῳ Σου, Κύριε, στερεώσας τοὺς οὐρανοὺς καὶ τῷ Πνεύματι τοῦ Σοῦ Στόματος πᾶσαν τὴν δύναμιν αὐτῶν.
Καὶ Μόνε Γεννητέ, Μονογέννητε, Ἐξαγόρευτε, Ἐξακτέ, Ἔκτυπε Υἱέ˙ Τρισαμέριστε, Ὅλε, Ἰσχυρέ, Ἐνυπόστατε ἅμα καὶ Ἑνιϋπόστατε Θεὲ Λόγε˙ ἡ ἐκ τοῦ Θεοῦ Νοῦ καὶ Πατρός Σου καὶ ἐκ τῆς Θείας Οὐσίας Αὐτοῦ Θεία καὶ Ἐξακτὴ Ἐνυπόστατος Νόησις˙ ἡ παρὰ τῷ Σῷ Νοῒ καὶ Πατρὶ ἁρμόζουσα οὖσα Ἐνυπόστατος Σοφία, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς.
Καὶ Μόνε Ἐκπορευτέ, Μονεκπόρευτε, Ὑπαγόρευτε, Παρακτέ, Ἀντίτυπε Παῖ˙ Τρισαμέριστε, Ὅλε, Κρατερέ, Ἐνυπόστατε ἅμα καὶ Ἑνιϋπόστατε Θεὲ Νόμε˙ ἡ παρὰ τοῦ Θεοῦ Νοῦ καὶ Πατρός Σου καὶ παρὰ τῆς Θείας Οὐσίας Αὐτοῦ Θεία καὶ Παρακτὴ Ἐνυπόστατος Βούλησις˙ ὁ τῇ πνευματικῇ Σου ἐπιφορᾷ καὶ τῇ μυστικῇ Σου ἐπενεργείᾳ καὶ τῇ θεϊκῇ Σου ἐπιφοιτήσει συγκεφαλαιώσας πᾶσαν Σοφίαν, ὑπερπληρώσας πᾶσαν Οἰκονομίαν καὶ συντελειώσας πᾶσαν Ἁρμονίαν τοῦ Σύμπαντος.
Ὁ Τρισύπατος, Τρισύψιστός τε καὶ Τρισμέγιστος Εἷς Ἁρμοστὴς τῆς Κτίσεως καὶ ὁ Τρισυπόστατος Μόνος Κτίστης καὶ Ποιητὴς ἡμῶν.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεὸς ἡμῶν, δὸς καὶ τούτῳ τῷ πτωχῷ τῷ δεομένῳ Σου καὶ τῷ αἰτοῦντί Σε Μελλοχρίστῳ Δούλῳ Σου τούτῳ Ἰωάννῃ - Ἱλαρίωνι χεῖρας, τοῦ ποιῆσαι ὄργανον ἡρμοσμένον˙ καὶ δακτύλους, τοῦ ἁρμόσαι ψαλτήριον καὶ χορδήν, καὶ ἀνακρούσασθαι φωνὴν ἁρμονίας, καὶ τὴν ἁρμόζουσαν ἀναμέλψαι Σοι δοξολογίαν, καὶ ἀνυμνῆσαι τὴν ἁρμονίαν τῆς μεγαλωσύνης Σου˙ ὅτι παρὰ Σοῦ, τοῦ διδόντος, λήψεται καὶ περιθήσεται δακτύλιον ἐνάρμοστον.
Ὅπερ ἐστί, τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ, ὃ δηλοῦται διὰ τοῦ τύπου τῆς χειρός, τὸ ἐνθεῖναι Σέ, τὸν Θεόν, σφραγῖδα θεωρητικῆς ἀρετῆς, δηλουμένης διά τε τοῦ τύπου καὶ τῆς σφραγῖδος τοῦ δακτυλίου˙ καὶ τὸ ἐν τῇ ἀρχιερατικῇ αὐτοῦ ὑποστάσει τήν τε θεωρίαν καὶ τὴν πρᾶξιν καλῶς ὁμοῦ συναρμοσθῆναι καὶ εὐαρέστως Σοί, τῷ Θεῷ, καὶ ὡς θεαρέστως μετ' ἀλλήλων συζευχθῆναι, καθὼς ὁ Σὸς Θεῖος Δοῦλος Γρηγόριος, ὁ Παλαμᾶς, ἑρμηνεύει.
Ἔτι δέ, δακτύλιος ἐνάρμοστος καὶ βαρύτιμος, καὶ κόσμος δακτύλου δεξιᾶς χειρὸς αὐτοῦ εὐδόξαστος καὶ περίτιμος, καὶ θησαυρὸς κληρονομίας αὐτοῦ ἀδαπάνητος καὶ ἀτίμητος, ἔστω αὐτῷ πᾶν τὸ Σὸν καὶ ὑπὸ Σοῦ, νῦν, ὀνόματι, μόνον, ἁρμοζόμενον, ἤ, ταὐτὸν εἰπεῖν, ὀνομαζόμενον αὐτῷ τούτῳ Θεόλεκτον Πλήρωμα τοῦ ἐν τῷ Σῷ Ἐλέῳ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης.
Τὰ δὲ Ἀρχιερατικὰ Δακτυλιοθέσια ταῦτα, ἔστω, μέν, αὐτῷ καὶ γινέσθω τοιούτως, ὀνόματι, μόνον, ἁρμοστικῶς, τουτέστιν, ὀνομαστικῶς, εἴς τε τὸν παρόντα ἀνακαθορισμὸν καὶ εἰς πάντα μέλλοντά τε καὶ ἐπείγοντα ἐπανακαθορισμὸν τοῦ Ἱεροῦ καὶ Θεσπεσίου Ὀνόματος τοῦ Σοῦ Θείου καὶ ὑπὸ Σοῦ Θεσφάτου καὶ παρὰ Σοῦ Θεοκληρώτου αὐτῷ Ἐκκλησιάσματος, ὅ, τῷ ὄντι καὶ τῷ πράγματι, ἅπαξ καὶ ἅπαν, οὗτος, ἐν τῇ εἰς τὸν Ἕβδομόν τε καὶ Ὕπατον τῆς Ἱερατικῆς Δυνάμεως Βαθμόν, τοῦ Πρεσβυτέρου Ἱερέως, Χειροτονίᾳ αὐτοῦ, μυστικῶς, σὺν τῷ Νυμφίῳ Χριστῷ Σου, ἐνεδύσατο καὶ πνευματικῶς, ἐν Σοὶ καὶ ἐν τῇ Σῇ Χάριτι, ἐνυμφεύθη.
Ὅτι Σὸν τὸ τὰ Σὰ δοῦλα Σύμπαντα συνενοῦν, συναρμόζειν τε καὶ συζευγνύειν, καὶ Σοὶ τὴν σύμπασαν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Παιδί, Θεῷ Ἑνί, ὅλῳ ἐνσαρκωθέντι, ἁπάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν».
Καὶ λαβών, μέν, τὸν μέγαν ἀρχιερατικὸν δακτύλιον καὶ δι' αὐτοῦ σταυροῦ μέγα σχῆμα ποιήσας, ἀπὸ τοῦ μετώπου τοῦ προσώπου εἰς τὴν κοιλίαν αὐτοῦ καὶ ἀπὸ τῆς δεξιᾶς πρὸς τὴν ἀριστερὰν χεῖρα αὐτοῦ, περιτίθησιν αὐτὸν περὶ τὸν παράμεσον τέταρτον δάκτυλον τῆς δεξιᾶς αὐτοῦ χειρός, ἐπιλαβών, δέ, τὸν μικρὸν ἀρχιερατικὸν δακτύλιον καὶ μετ' αὐτοῦ σταυροῦ μικρὸν σχῆμα ποιήσας, κατὰ πρόσωπον αὐτοῦ, περιτίθησι τοῦτον περὶ τὸν ἀκρινὸν πέμπτον δάκτυλον αὐτοῦ, λέγων ἐκφώνως˙
«Ἁρμόζεται Ὀνόματι, Θείῳ Τιμίῳ Δακτυλίῳ, ὁ Θείῳ Τιμίῳ Μανδύᾳ Προκεκαλυμμένος Δοῦλος τοῦ Θεοῦ Ἰωάννης - Ἱλαρίων, ὁμοῦ μετὰ παντὸς τοῦ Θεολέκτου Πληρώματος τοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης, ὡς Ἐλέῳ Θεοῦ Ἀρχιερεύς τε καὶ Πάππας Αὐτοῦ, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν».
Ἐπὶ δὲ τοῦ δακτυλίου˙ «Ἐγώ, ἡ Σοφία, ἡνίκα Κύριος ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' Αὐτῷ ἁρμόζουσα. Ἀμήν».
Γ΄ . ΑΡΧΙΕΡΑΤΙΚΗ ΜΙΤΡΟΦΟΡΙΑ
Εἶτα, λαβὼν τὴν ἀρχιερατικὴν μίτραν, ἐπιτίθησιν αὐτὴν ἐπὶ τοῦ ἐπὶ τοῦ τραπεζίου καὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου προκειμένου ἱεροῦ Εὐαγγελίου.
ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Ζ΄
(ΕΠΙ Τῌ ΣΤΕΨΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Στέψει τοῦ Ἀρχιερέως Ζ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριάς, ἡ Ἐστεφανωμένη Ἀλήθεια˙ ἡ Ἐστεμμένη Ἀγαθότης˙ ἡ Κεκοσμημένη Τιμιότης˙ ἡ Λελαμπρυσμένη Ἁγιότης˙ ἡ Δεδοξασμένη Μακαριότης. Πάτερ Παμβασιλεῦ, Ἀρχίστεπτε˙ καὶ Υἱὲ Ὁμοβασιλεῦ, Ὁμόστεπτε˙ καὶ Παῖ Συνομοβασιλεῦ, Συνομόστεπτε˙ ὁ Εἷς καὶ Μόνος καὶ Μέγας Θεός, Βασιλεὺς ἡμῶν.
Ὁ μόνος Ἴδιον ἔχων καὶ Τίμιον φέρων καὶ Εἰρηνικὸν διδοὺς τὸ Διάδημα τῆς Βασιλείας, τῆς Δόξης καὶ τοῦ Κάλλους μόνοις τοῖς ἐν τῷ Σῷ Ἐλέῳ Χριστοῖς, οὓς ἐν τῇ Προνοίᾳ Σου ἐξελέξω˙ ὁ Στέφανον ἔχων Χρυσοῦν καὶ Διάδημα Βύσσινον Πορφυροῦν˙ οὗ ἐπὶ τὴν κεφαλὴν διαδήματα πολλά˙ οὗ ἡ μεγαλωσύνη ἐπὶ διαδήματος κεφαλῆς Ἀαρὼν καὶ πάντων τῶν Χριστῶν πασῶν τῶν Διαθηκῶν Σου Ἀρχιερέων.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεὸς ἡμῶν, ἐν τῇ Σῇ Τρισμεγίστῃ Ἀρχιερατικῇ Θείᾳ Δόξῃ καὶ Τιμῇ, στεφάνωσον καὶ τὸν ἐν τῷ Σῷ Ἁγίῳ Ἀρχιερατικῷ Μυρύδρῳ τε καὶ Ὕδατι καὶ τῇ ἐνεδρευούσῃ ἐν Αὐτοῖς Σῇ Θείᾳ Ἀρχιερατικῇ Χάριτι Μελλόχριστον Δοῦλόν Σου Ἰωάννην - Ἱλαρίωνα.
Καὶ θὲς καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, τῆς Σῆς, ἔτι τιμιωτέρας καὶ κρείσσονος τῶν πολυτελῶν λίθων, Σοφίας καὶ συμπάσης τῆς Σῆς, θεωρητικῆς τε καὶ πρακτικῆς, Ἀρετῆς, τῆς τε Ἀληθείας τῶν Δογμάτων καὶ τῆς Ἀγαθότητος τῶν Ἐπιτηδευμάτων, τοὺς νοητοὺς πολυτίμους λίθους ἐκφαίνοντος˙ ἐπεὶ στέφανος σοφῶν, πλοῦτος σοφίας αὐτῶν, καὶ στέφανος γερόντων, πολυπειρία.
Καὶ δὸς καὶ αὐτῷ μακρότητα ἡμερῶν, ζωὴν αἰτουμένῳ Σε˙ ἵνα ᾖ αὐτὸς ὁ ἀρχιερεύς Σου ὁ στεπτός, ὁ ἐστεφανωμένος τὴν κεφαλήν, καὶ ὁ στέφανος τοῦ κάλλους ἐν χειρὶ Σοῦ, τοῦ Κυρίου, καὶ τὸ διάδημα τῆς βασιλείας ἐν χειρὶ Σοῦ, τοῦ Θεοῦ αὐτοῦ καὶ Κυρίου ἡμῶν, ὥσπερ Σιών, ἡ Ἁγία Σου Πόλις˙ καὶ ἵνα ἐν μυριᾶσι δοξάσωσιν αὐτὸν καὶ αἰνέσωσιν αὐτὸν ἐν εὐλογίαις Σοῦ, τοῦ Κυρίου, ἐν τῷ φέρεσθαι ἐπ' αὐτοῦ διάδημα δόξης ἐν Αὐτῇ, ὅτι πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, οὗτος δὲ ὁ ἀνυπονόητος ἐφόρεσε διάδημα˙ καὶ διὰ τοῦτο λήψεται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Σοῦ, τοῦ Κυρίου, ὅτι Σύ, Κύριε, ἐν τῇ δεξιᾷ Σου σκεπάσεις αὐτὸν καὶ ἐν τῷ βραχίονί Σου ὑπερασπιεῖς αὐτοῦ.
Ἔτι δὲ στεφάνωσον αὐτὸν ἐν τῷ Σῷ ἐλέει καὶ τοῖς Σοῖς οἰκτιρμοῖς, ὡς ὅπλῳ εὐδοκίας˙ στεφάνωσον αὐτὸν τῆς ἐλευθερίας τῆς Σῆς Χάριτος, ἐν ᾗ ὁ Χριστός Σου αὐτόν τε καὶ ἡμᾶς ἠλευθέρωσεν, ὡς ἐν αὐτῇ νομίμως ἀθλοῦντα˙ στεφάνωσον, συνέτισον, σόφισον καὶ εὔφρανον αὐτὸν ἐν τῷ φόβῳ Σου, ὅτι στέφανος σοφίας, ὁ φόβος Σοῦ, τοῦ Κυρίου, καὶ ὁ φόβος Σου, Κύριε, στέφανος ἀγαλλιάματος.
Καὶ δὸς τῇ αὐτοῦ κεφαλῇ, εὐκοσμίας χάριν, στέφανον ἔνδοξον χρυσοῦν˙ στέφανον δόξης εὐφροσύνης˙ τὸν ἀμαράντινον τῆς Σῆς δόξης στέφανον˙ στέφανον ἐκ τῶν Σῶν Θείων Χαρίτων˙ στέφανον καυχήσεως, ἐν Σοί, τῷ Κυρίῳ αὐτοῦ καὶ Θεῷ ἡμῶν˙ καὶ ὑπεράσπισον αὐτοῦ ἐν τῷ στεφάνῳ τῆς Σῆς Θείας Τρυφῆς˙ καὶ δὸς αὐτῷ τὸν τῆς Σῆς δικαιοσύνης στέφανον˙ τὸν στέφανον τῆς Σῆς καὶ ἐν Σοὶ Αἰωνίου Ζωῆς˙ καὶ καταξίωσον αὐτὸν κρατεῖν ὃ ἔχει, ἵνα μηδεὶς λάβῃ τὸν στέφανον αὐτοῦ, καὶ μετ' αὐτοῦ ἐνδόξως εἰσελθεῖν εἰς τὴν Ἐπουράνιόν Σου Βασιλείαν καὶ συμβασιλεύειν Σοι ἐν τοῖς ἁγίοις Σου εἰς τοὺς αἰῶνας.
Σύ, δέ, ὁ αὐτός, ὁ Κύριος Σαβαώθ, ἴσθι αὐτῷ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης˙ τὸ δὲ Σὸν καὶ ὑπὸ Σοῦ ὀνόματι ἁρμοσθὲν αὐτῷ πᾶν Θεόλεκτον Πλήρωμα τοῦ ἐν τῷ Σῷ Ἐλέῳ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης ἔστω χαρὰ καὶ στέφανος αὐτοῦ, στέφανος ἀδελφῶν κυκλόθεν αὐτοῦ˙ ἐπεὶ καὶ στέφανος γερόντων, τέκνα τέκνων αὐτῶν, καθὼς γέγραπται.
Ὅτι Σὸν τὸ στεφανοῦν πάντα νόμιμον ἀθλητήν, καὶ ἐνώπιον Σοῦ, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, ὅλου ἐνσαρκωθέντος, τοῦ καθημένου ἐν δόξῃ ἐπὶ τοῦ θρόνου τῆς Θεότητός Σου, πάντα στέφανον ἡμῶν καταβάλλομεν, καὶ πρὸ τῶν ποδῶν Σου, πᾶσαν προσκύνησιν ἡμῶν ὑποβάλλομεν, εἰς πάντας τοὺς αἰῶνας τῆς Μεγαλειότητός Σου. Ἀμήν».
Καὶ λαβὼν τὴν ἀρχιερατικὴν μίτραν καὶ ποιήσας δι' αὐτῆς μικρὸν σταυροῦ σχῆμα κατὰ πρόσωπον αὐτοῦ καὶ ἀσπασθεὶς τὴν ἐπὶ τῆς προμετωπίδος αὐτῆς ἱερὰν εἰκόνα τοῦ Ἰησοῦ Χριστοῦ, ἐπιτίθησιν αὐτὴν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, λέγων ἐκφώνως˙
«Στέφεται Θείῳ Τιμίῳ Διαδήματι ὁ Θείῳ Τιμίῳ Μανδύᾳ Προκεκαλυμμένος καὶ Θείῳ Τιμίῳ Δακτυλίῳ Ὀνόματι Προηρμοσμένος Δοῦλος τοῦ Θεοῦ Ἰωάννης - Ἱλαρίων, ὡς Ἐλέῳ Θεοῦ Ἀρχιερεύς τε καὶ Πάππας τοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν».
Ἐπὶ δὲ τοῦ στεφάνου (μίτρας)˙ «Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, ζωὴν ᾐτήσατό Σε καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν. Ἀμήν».
Δ΄ . ΑΡΧΙΕΡΑΤΙΚΗ ΡΑΒΔΕΓΧΕΙΡΙΑ
Εἶτα, λαβὼν τὴν ἀρχιερατικὴν ῥάβδον, παρατίθησιν αὐτὴν παρὰ τῷ τραπεζίῳ, ἐφ' οὗ τὸ ἱερὸν Ἀντιμήνσιον καὶ τὸ ἐπ' Αὐτοῦ ἱερὸν Εὐαγγέλιον.
ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Η΄
(ΕΠΙ Τῌ ΚΡΑΤΥΝΣΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Κρατύνσει τοῦ Ἀρχιερέως Η΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριάς, ἡ Οἰκονομικὴ καὶ Μοναρχική˙ ἡ τοῦ Σύμπαντος Κόσμου Μία καὶ Μόνη, Ἐνυπόστατός τε καὶ Τρισυπόστατος, Χρονικὴ ἅμα τε καὶ Κυβερνητικὴ Ἀρχή˙ Τριάς, ἡ Πανταρχικὴ καὶ Παντεξουσιαστική˙ ἡ τὰ Πρωτεῖα καὶ τὰ Σκῆπτρα καὶ τὰ Ἡνία Πάσης Ἀρχῆς καὶ Ἐξουσίας αὐθεντικῶς κατέχουσα, κρατοῦσά τε καὶ κρατύνουσα˙ Τριάς, ἡ Νομοθετικὴ καὶ Θεσπιστική˙ ἡ πάντας Νόμους πάσης, Φυσικῆς τε καὶ Ἠθικῆς, Συμπαντικῆς Τάξεως πανσόφως καὶ παναρίστως διορίζουσα καὶ ἐν αὐτοῖς τὰ Σύμπαντα νομοτελῶς καὶ ἐντελεχῶς ἐναρμόζουσα˙ Τριάς, ἡ Δικαστικὴ καὶ Θεμιστική˙ ἡ πάντα τὰ νενομισμένα ἐπισκοποῦσα καὶ πᾶσι τὰ δίκαια ἀπονέμουσα˙ Τριάς, ἡ Ἐκτελεστικὴ καὶ Ποιμαντική˙ ἡ πάντας ἐν ῥάβδῳ καὶ βουλῇ παιδεύουσα καὶ πάντας ἐν βακτηρίᾳ καὶ θάρσει παρακαλοῦσα.
Πάτερ Πανδύνηρε, Ἀρχίρραβδε˙ καὶ Υἱὲ Πανίσχυρε, Ὁμόρραβδε˙ καὶ Παῖ Παγκράτερε, Συνομόρραβδε˙ ὁ ἐν Τριάδι καὶ ἐν Μονάδι Μέγας Κύριος καὶ Θεὸς ἡμῶν˙ ὁ ὑπὸ τοῦ Πιστοῦ Δούλου Σου Ἰακώβ, Ἄρχοντός τε καὶ Πατρὸς τοῦ ἐκλεκτοῦ λαοῦ Σου Ἰσραήλ, προσκυνηθεὶς καὶ μεγαλυνθεὶς ἐπὶ τὸ ἄκρον τῆς Ῥάβδου Αὐτοῦ˙ ὁ διὰ τῆς Ῥάβδου Μωϋσέως τὸ ἄκρον τῆς Ῥάβδου τῆς Σῆς Θείας Βασιλικῆς Ἐξουσίας ἐπάρας καὶ ὑπερεκτείνας καὶ καταισχύνας ἀρχὴν καὶ ἐξουσίαν Φαραώ, Αἰγύπτου Τυράννου˙ ὁ ἐκ τῆς Ῥάβδου Ἀαρὼν τὴν Σὴν Χάριν ἐκβλαστήσας καὶ τὴν Σήν, δι' Αὐτοῦ, Μεγάλην Ἀρχιερατικὴν Ἐξουσίαν ἐπιστερεώσας τῷ πάλαι Ἰσραήλ.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεὸς ἡμῶν, ἀξίωσον καὶ τοῦτον τὸν Στεπτὸν καὶ Μελλόχριστόν Σου Δοῦλον Ἰωάν.. - Ἱλ... λαβεῖν παρὰ τῆς Δεξιᾶς Σου τῆς Κραταιᾶς ῥάβδον ἐν τῇ ἀσθενεῖ χειρὶ αὐτοῦ καὶ ἐν ταύτῃ ὑπὸ Σοῦ, τοῦ Παντοκράτορος, ἐν παντὶ κρατυνθῆναι, τοῦ ποιμαίνειν λαόν Σου ἐν ῥάβδῳ Σου, πρόβατα κληρονομίας Σου, πᾶν τὸ Σὸν Θεόλεκτον Πλήρωμα τοῦ ἐν τῷ Σῷ Ἐλέῳ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης˙ καὶ δὸς αὐτῷ ὀφθαλμοὺς τοῦ ἐπιγνῶναι τίνος ἡ ῥάβδος αὕτη, ἣν ἔδωκας αὐτῷ, καὶ παρά τινος ἔλαβεν αὐτήν.
Καὶ χάρισαι αὐτῷ, ὁ Θεός, ῥάβδον κληρονομίας Σου, ὅτι Σύ, Κύριε, οὐκ ἀφήσεις τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων˙ ῥάβδον μυσταρχικὴν ὁμοῦ καὶ ῥάβδον ἐκκλησιαρχικήν, συνημμένας ἀμφοτέρας πρὸς ἀλλήλας αὐτῷ εἰς ῥάβδον μίαν, τῆς Σῆς Τρισμεγίστης Ἀρχιερατείας˙ ῥάβδον νομοθετικὴν καὶ θεσπιστικήν, δικαστικὴν καὶ θεμιστικήν, ἐκτελεστικὴν καὶ ποιμαντικήν, ἤ, ταὐτὸν εἰπεῖν, ποιμαντορικήν.
Καὶ ἐξαπόστειλον αὐτῷ ἐκ Σιὼν ῥάβδον Σου τὴν καλὴν καὶ χρυσῆν˙ ῥάβδον εὐθύτητός Σου˙ ῥάβδον βασιλείας Σου˙ ῥάβδον δυνάμεώς Σου˙ ῥάβδον ἰσχύος Σου˙ ῥάβδον μεγαλώματός Σου, τοῦ κατακυριεύειν αὐτὸν ἐν μέσῳ τῶν ἐχθρῶν Σοῦ τε καὶ αὐτοῦ˙ ῥάβδον σιδηρᾶν παιδείας θυμοῦ Σου, τοῦ συντρῖψαι αὐτὸν αὐτοὺς ὡς σκεύη κεραμέως˙ τοῦ διαγαγεῖν τὰ πρόβατά Σου ὑπ' αὐτήν, καὶ εἰσαγαγεῖν αὐτὰ ἐν ἀριθμῷ εἰς τὴν Θείαν καὶ Ἐπουράνιόν Σου Βασιλείαν, καὶ ἐκλέξαι ἐξ αὐτῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας˙ τοῦ μετρῆσαι τὸν ναὸν Σοῦ, τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ, καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ, τὴν δοθεῖσαν τοῖς ἔθνεσιν, ἐκβαλεῖν ἔξω καὶ μὴ μετρῆσαι αὐτήν.
Μήτε στυρακίνην καὶ χλωράν˙ μηδὲ καλαμίνην καὶ τεθλασμένην˙ μήτε εἰς ὄφιν δάκνοντα καὶ κατεσθίοντα καὶ καταπίνοντα ἀδελφοὺς στρεπτικήν˙ μηδὲ πατακτικὴν μηδενὸς ἀνθρώπου, ἢ ὄνου, ἢ πέτρας, ἀλλὰ μόνης πέτρας παθῶν ἀνθρωπίνης κακίας καὶ φιλαυτίας, εἰς ἔξοδον ὕδατος ζῶντος πολλοῦ Χάριτός Σου˙ ὅτι Σὺ μόνος ἐν ῥάβδῳ ἐπισκέψῃ τὰς ἀνομίας αὐτῶν, εἰ μὴ ἐν ἀγάπῃ καὶ πνεύματι πραότητος, Σὺ πατάξεις, καὶ Σὺ ἰάσῃ αὐτούς.
Σόν, γάρ, ἐστι τὸ ῥαβδουχεῖν καὶ ῥαβδεγχειρίζειν, καὶ ἐν ῥάβδῳ κρατύνειν τὰ ἀσθενῆ τοῦ κόσμου, ἃ ἐξελέξω, ὁ Θεός, ἵνα τὰ ἰσχυρὰ καταισχύνῃς, καὶ Σοῦ ἐστιν ἡ Βασιλεία καὶ πᾶσα Ἐξουσία ἐν Οὐρανῷ καὶ ἐπὶ Γῆς, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, ὅλου ἐνσαρκωθέντος, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
Καὶ λαβὼν τὴν ἀρχιερατικὴν ῥάβδον καὶ ὑψώσας αὐτὴν μικρὸν ὑπὲρ τὴν κεφαλὴν αὐτοῦ κατ' ἀνατολὰς καὶ ποιήσας δι' αὐτῆς σταυροῦ μέγα σχῆμα εἰς ἀέρα, ἐγχειρίζει αὐτὴν τῇ δεξιᾷ αὐτοῦ χειρί, λέγων ἐκφώνως˙
«Κρατύνεται Θείᾳ Τιμίᾳ Ῥάβδῳ ὁ Θείῳ Τιμίῳ Μανδύᾳ Προκεκαλυμμένος καὶ Θείῳ Τιμίῳ Δακτυλίῳ Ὀνόματι Προηρμοσμένος καὶ Θείῳ Τιμίῳ Διαδήματι Προεστεμμένος Δοῦλος τοῦ Θεοῦ Ἰωάννης - Ἱλαρίων, ὡς Ἐλέῳ Θεοῦ Ἀρχιερεύς τε καὶ Πάππας τοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν».
Ἐπὶ δὲ τῆς ῥάβδου (μεγάλης ῥάβδου)˙ «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας Σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Ἀμήν».
3. ΤΡΙΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΝΔΥΣΙΣ
(ΩΜΟΦΟΡΙΟΦΟΡΙΑ, ΔΙΤΡΙΚΗΡΕΓΧΕΙΡΙΑ ΚΑΙ ΣΤΑΥΡΕΓΧΕΙΡΙΑ)
Εἶτα, λαβὼν τὸ μικρὸν ἀρχιερατικὸν ἱερὸν ὠμοφόριον (τὸ συνδυαζόμενον μετὰ τοῦ ἤδη φερομένου ἀρχιερατικοῦ ἱεροῦ ἐπιτραχηλίου), ἀμφότερα τὰ ἀρχιερατικὰ τρίκηρα (δύο τρίκηρα καὶ οὐχὶ ἓν τρίκηρον καὶ ἓν δίκηρον) καὶ τὸν ἀρχιερατικὸν σταυρὸν εὐλογίας τῆς δεξιᾶς χειρός, ἐπιτίθησι, τὸ μὲν ὠμόφορον, ἐπὶ τοῦ ἐπὶ τοῦ τραπεζίου καὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου προκειμένου ἱεροῦ Εὐαγγελίου, τὰ δὲ τρίκηρα, ἐπὶ τοῦ τραπεζίου, ἑκατέρωθεν Αὐτοῦ, τὸν δὲ σταυρὸν ἐπὶ τοῦ τρίποδος, ἐφ' οὗ ἡ θεία εἰκὼν τῆς Θείας Τριάδος, ὑπ' αὐτὴν καὶ παρὰ τῇ ἱερᾷ εἰκόνι τοῦ Ἰησοῦ Χριστοῦ.
ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Θ΄
(ΕΠΙ ΤΗ ΣΤΑΥΡΩΣΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Σταυρώσει τοῦ Ἀρχιερέως Θ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριάς, ἡ Ἄτρεπτος καὶ Ἀΐδιος Σταυροκανονικὴ Ἀρτιότης˙ ἡ Ἀπέριττος καὶ Ἀστέρητος Σταυροαρμονικὴ Μετριότης˙ ἡ Ἄναρχος καὶ Ἀτελεύτητος Σταυραρχικὴ Τελειότης.
Ἡ ἐν μὲν τῇ Σῇ Θείᾳ καὶ Μακαρίᾳ Ἀϊδιότητι, τὴν ἀνὰ μέσον τῶν Σῶν Τριῶν Θείων Ὑποστάσεων οὖσαν Ἀδιάφορον καὶ Ἀπαράλλακτον Ταυτότητα τῆς τε Σῆς Θείας Οὐσίας καὶ τῆς Ἀτομίας τῆς Σῆς Θείας Οὐσίας καὶ τὴν ἐν Ταύταις κρατοῦσαν Ὀριζοντίαν καὶ Ἀπόλυτον Ἰσότητα, ἤ, ὡς συντόμως εἰπεῖν, Ἰσότητα, κατὰ τὴν Μίαν, τὴν Μόνην καὶ τὴν Αὐτὴν ἀκριβῶς, Ἀνέμητον, Ἀδόμητον καὶ Ἄτμητον, καὶ Ἀϊδίως Ἀναντεπίδεικτον, Σὴν Θείαν Οὐσίαν καὶ Αὐτουσιότητα, τῇ ἀνὰ μέσον τῶν Σῶν καὶ τῶν Αὐτῶν Τριῶν Θείων Ὑποστάσεων οὔσῃ Διαφόρῳ καὶ Παραθετικῇ Ἑτερότητι τῆς Ἀτομίας τῆς Σῆς Θείας Ζωῆς καὶ τῇ ἐν ταῖς Αὐταῖς κρατούσῃ Κατακορύφῳ καὶ Σχετικῇ Ἰσότητι, ἤ, ταὐτὸν εἰπεῖν, Παρισότητι, κατὰ τὴν Τριττήν, Τρινέμητον καὶ Τριδόμητον, πλήν, Ἄτμητον, καὶ Ἀϊδίως Ἀντεπίδεικτον, Σὴν Θείαν Ζωὴν καὶ Αὐτοζωΐαν, σταυροειδῶς τε καὶ σταυροτελῶς τέμνουσα.
Ἐν δὲ τῇ Σῇ Θείᾳ καὶ Σεβασμίᾳ Οἰκονομίᾳ, ἡ τῇ ἀνὰ μέσον τῆς Μιᾶς καὶ τῆς Μόνης καὶ τῆς Αὐτῆς καὶ τῆς Ὑπερόλης καὶ τῆς Ὑπερφυσικῆς Ἀκτίστου Σεαυτοῦ Θείας Φύσεως καὶ ἀμφοτέρων τῶν ὑπὸ Σοῦ Κτιστῶν καὶ Ὁλικῶν Φύσεων―τῆς τε Ὅλης Μεταφυσικῆς Κτιστῆς καὶ τῆς Ὅλης Φυσικῆς Κτιστῆς, ὡς Μιᾶς καὶ Καθολικῆς Κτιστῆς Φύσεως, τῇ Μιᾷ καὶ τῇ Μόνῃ καὶ τῇ Αὐτῇ καὶ τῇ Ὑπερόλῃ καὶ τῇ Ὑπερφυσικῇ Ἀκτίστῳ ἀντεπιδεικνυμένης, ὁμοῦ ὑποτιθεμένων―ἢ τῇ ἀνὰ μέσον καὶ τῶν Τριῶν τοιούτων Φύσεων―τῆς Ὅλης, μέν, Ἡμιΰλου καὶ Νοητῆς, τῆς Ὅλης, δέ, Ἐνύλου καὶ Αἰσθητῆς, ὡς Δύο καὶ Ὁλικῶν Φύσεων, τῇ τε Μιᾷ καὶ τῇ Μόνῃ καὶ τῇ Αὐτῇ καὶ τῇ Ὑπερόλῃ Ἀΰλῳ καὶ Νοερᾷ καὶ ἐν ἀλλήλαις ἀντεπιδεικνυμένων, διχοῦ ὑπονοουμένων―οὔσῃ Διαφόρῳ καὶ Παραβολικῇ Ἑτερότητι καὶ τῇ ἐν ἀμφοτέροις τοῖς Σχήμασι τούτοις ἐν Αὐταῖς κρατούσῃ Κατακορύφῳ, εἴτε Ἀπολύτῳ, εἴτε Σχετικῇ, Ἀνισότητι, συνελόντι δὲ εἰπεῖν, Ἀνισότητι, τὴν ἐν Ταύταις ταῖς Σαῖς Θείαις Τρισὶν Ὑποστάσεσιν, ὡς καὶ ἐν Ἐκείναις ταῖς Ὁλικαῖς Φύσεσι τῆς Καθολικῆς, καθὼς καὶ ἐν Ἐκείναις ταῖς Μερικαῖς Φύσεσιν ἑκάστης Ὁλικῆς, καὶ κατὰ τὸ κοινόν, μόνον, πασῶν Ἐκείνων, εἴτε κτιστόν, εἴτε ἡμίϋλον, εἰτε ἔνυλον, γνώρισμα, οὖσαν Ἀδιάφορον Φυσικὴν Ταυτότητα καὶ τὴν ἐν Ταύταις κρατοῦσαν καὶ τὴν ἐν Ἐκείναις πάσαις οὕτω, μόνον, ἐπικρατοῦσαν Ὀριζοντίαν Ἰσότητα, σταυροτύπως τε καὶ σταυρονόμως, ἀναλόγως, τέμνουσα.
Τὴν δὲ ἐν ταῖς Ὁλικαῖς Φύσεσι τῆς Καθολικῆς καὶ ἐν ταῖς Μερικαῖς Φύσεσιν ἑκάστης Ὁλικῆς Φύσεως, καὶ κατὰ τὸ κοινόν, μόνον, Αὐτῶν, κτιστόν, ἢ ἡμίϋλον, ἢ ἔνυλον, γνώρισμα, οὖσαν Ἀδιάφορον Φυσικὴν Ταυτότητα καὶ τὴν ἐν Αὐταῖς οὕτω, μόνον, κρατοῦσαν Ὀριζοντίαν Ἰσότητα, ἔτι καὶ τῇ ἐν ταῖς Αὐταῖς, καὶ κατὰ τὸ ἴδιον, μόνον, Αὐτῶν, καὶ διάφορον γνώρισμα, οὔσῃ Διαφόρῳ καὶ Παραβολικῇ Ἑτερότητι καὶ τῇ ἐν ἀλλήλαις οὕτω, μόνον, ἐπικρατούσῃ Κατακορύφῳ καὶ Σχετικῇ Ἀνισότητι, σταυροσχήμως τε καὶ σταυροσκόπως, ἁρμοδίως, τέμνουσα.
Αὖθις δέ, ἡ καὶ τῇ ἐν τοῖς Εἴδεσιν ἑκάστης Μερικῆς ἑκάστης Ὁλικῆς Φύσεως καὶ ἐν ταῖς Ὑποστάσεσιν ἑκάστου Εἴδους, κατὰ τὸ ἴδιον, μόνον, τῆς τε Φύσεως καὶ τοῦ Εἴδους, οὔσῃ Διαφόρῳ καὶ Παραθετικῇ Ἑτερότητι καὶ τῇ ἐν Αὐτοῖς οὕτω, μόνον, κρατούσῃ Κατακορύφῳ καὶ Σχετικῇ Ἰσότητι, τὴν ἐν τοῖς Εἴδεσιν ἑκάστης Μερικῆς ἑκάστης Ὁλικῆς Φύσεως καὶ ἐν ταῖς Ὑποστάσεσιν ἑκάστου Εἴδους, κατὰ τὸ κοινόν, μόνον, τῆς τε Φύσεως καὶ τοῦ Εἴδους, οὖσαν Ἀδιάφορον Ταυτότητα καὶ τὴν ἐν τοῖς Αὐτοῖς, οὕτω, μόνον, κρατοῦσαν Ὀριζοντίαν Ἰσότητα, σταυρομόρφως τε καὶ σταυρωφελῶς, προσιδιαζόντως, τέμνουσα.
Θεὲ Πάτερ, Ἀγέννητε Νοῦ, Συμβολικὲ τῆς Θείας Ἐνυποστάτου Αὐτονοίας, Θετικέ, Ἰσχυρέ˙ καὶ Θεὲ Υἱέ, Μονογέννητε Λόγε, Συμβολικὲ τῆς Θείας Ἐνυποστάτου Νοήσεως, Παραθετικέ τε καὶ Συγκριτικέ, Ἰσχυρότερε˙ καὶ Θεὲ Παῖ, Μονεκπόρευτε Νόμε, Συμβολικὲ τῆς Θείας Ἐνυποστάτου Βουλήσεως, Παραθετικέ τε καὶ Ὑπερθετικέ, Ἰσχυρότατε.
Ὁ Εἷς, ὁ Μόνος, ὁ Ὅλος καὶ ὁ Αὐτός, Ἀναύξητος, μέν, ποιοτικῶς τε καὶ ποσοτικῶς, κατὰ τὴν Οὐσίαν, Αὐξητός, δέ, ποιοτικῶς τε καὶ ποσοτικῶς, κατὰ τὴν Ὑπόστασιν, καὶ οὕτως, ἐν Τρισὶν Ὅλοις καὶ Μόνοις Ποιοῖς τε καὶ Ποσοῖς, Βαθμῖσι τε καὶ Μονᾶσι, Τρόποις τε καὶ Ὑποστάσεσι δεικνύμενος, ἐπιδεικνύμενός τε καὶ ἀντεπιδεικνύμενος ἀϊδίως, Θεός.
Οἰκονομικῶς, δέ, ὡς Ὅλος καὶ Μόνος Ἰσχυρός, Ἄκτιστός τε καὶ Ἄϋλος, φύσει Κτίστης Θεὸς καὶ τέχνῃ Θεουργός, τῷ μὲν Ἰσχυρασθενεῖ ὑπὸ Σοῦ Κτιστῷ Ἡμιΰλῳ, τῷ δὲ Ἀσθενεῖ ὑπὸ Σοῦ ἔτι Κτιστῷ Ἐνύλῳ, τῷ φύσει Σῷ Κτίσματι καὶ τέχνῃ Σῇ Θεουργήματι, ἀντεπιδεικνύμενος, καὶ οὑτωσί, ἐν Τρισὶ Φύσεσι προσαντεπιδεικνύμενος καὶ τῇ ἀντεπιδείξει πληρούμενος καὶ μεγαλυνόμενος.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεὸς ἡμῶν, ἔτι παράσχου τῷ μέλλοντι Χριστῷ Σου τούτῳ Ἀρχιερεῖ Ἰωάννῃ - Ἱλαρίωνι, ὃν σταυροῦ κατηξίωσεν, ἐγκολπίῳ κατεκόσμησε, μανδύᾳ ἐπεκάλυψε, βακτηρίᾳ παρεκάλεσεν, ἐπιτραχηλίῳ κατώρθωσε, δακτυλίῳ ὀνόματι συνήρμοσε, διαδήματι κατέστεψε καὶ ῥάβδῳ κατεκράτυνε τὸ παρὰ Σοῦ Μέγα καὶ Πλούσιον Ἔλεος, καὶ τὰ Τρία τῆς Σῆς Τρισμεγίστης Ἀρχιερωσύνης Σύμβολα, δι' ὧν ἡ Σὴ Οὐρανία Ἀρχιερατικὴ Εὐλογία, Σταυροῦ διαγράφουσα Σχῆμα, παντὶ τῷ Σῷ Θεολέκτῳ Πληρώματι χρηστῶς ἐπιδαψιλεύεται.
Τό τε, διὰ τοῦ Ἱερατικοῦ Ἐπιτραχηλίου διασταυρούμενον καὶ ὁμοῦ μετ' αὐτοῦ ἓν Σταυροῦ Σχῆμα τοῦτον ἐπενδύον, Ἀρχιερατικὸν Ὠμοφόριον˙ τά τε, δι' ἀμφοτέρων τῶν χειρῶν διασταυρούμενα καὶ ἕν, αὖθις, Σταυροῦ Σχῆμα ἐκτυποῦντα, Ἀρχιερατικὰ Τρίκηρα˙ καὶ τὸν Ἀρχιερατικὸν Σταυρὸν τῆς Δεξιᾶς Χειρός˙ ἵνα καὶ ἐν τούτοις δοξασθῇ ἐν αὐτῷ τὸ Μέγα, Σταυρῷον καὶ Τρισυπόστατον Ὄνομά Σου.
Σύ, τοίνυν, ὁ Τρισκάλλιστος καὶ Τρισμέγιστος Ἀρχιποίμην, χάρισαι αὐτῷ, ὁ σαρκωθεὶς Εἷς Θεός, τὴν Μίμησιν τοῦ Καλοῦ καὶ Μεγάλου Πρωτιστοποίμενός Σου Ἰησοῦ, τοῦ Χριστοῦ Σου˙ καὶ ἀξίωσον αὐτόν, σὺν Ἐκείνῳ, ἐπ' ὤμου τῆς δεξιᾶς αὐτοῦ ἀναλαβεῖν τὸν ζυγὸν τοῦ Σταυροῦ Σου τὸν χρηστόν, τὸν νοητόν, καὶ ἐπὶ τῶν ὤμων τῶν χειρῶν αὐτοῦ ἆραι τὴν πλανηθεῖσαν τῶν ἀνθρώπων φύσιν˙ καὶ εἰς τοὺς Σοὺς Ὑψίστους Οὐρανοὺς μετ' αὐτῆς ἀναβῆναι, καὶ προσαγαγεῖν Σοι αὐτὴν ἐπανάγουσαν, θυσίαν δεκτήν, λογικὴν καὶ εὐάρεστον, τῷ τε ἐν Τριάδι καὶ ἐν Μονάδι Θεῷ˙ καὶ νικῆσαι, καὶ καθίσαι ὁμοῦ μετὰ Σοῦ καὶ μετὰ τοῦ Χριστοῦ Σου ἐν τῷ Θρόνῳ Σου καὶ ἐκ δεξιῶν Σου.
Σύ, δέ, ὁ αὐτός, τὸ Ἄκτιστον, Ἄϋλον, Νοερόν, Ἐνυπόστατόν τε καὶ Τρισυπόστατον Φῶς, τὸ ἐν Τρισὶν Ἰδιοτρόποις Ὑποστάσεσι καὶ ἐν Μιᾷ Ἀμεθέκτῳ Οὐσίᾳ καὶ ἐν Μιᾷ Μεθεκτῇ Ἐνεργείᾳ ἱλαρῶς ἐπιγινωσκόμενον καὶ καταυγάζον πᾶσαν τὴν ὑπὸ Σοῦ Κτίσιν, φώτισον αὐτοῦ τὸ σκότος καὶ φῶς ὅλον ποίησον.
Καὶ οὕτω λαμψάτω τὸ φῶς αὐτοῦ ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ αὐτοῦ ἔργα οἱ ἄνθρωποι, καὶ Σοὶ τὴν δόξαν ἀναπέμψωσι, τῷ Ἀρχιφώτῳ Πατρί, μετὰ τοῦ Ὁμοφώτου Σου Υἱοῦ, σὺν τῷ Συνομοφώτῳ Σοι Παιδί, ὅλῳ ἐνσαρκωθέντι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς πάντας τοὺς ἀειφώτους αἰῶνας τῶν Φωτοφόρων Οὐρανῶν Σου. Ἀμήν».
Καὶ λαβών, μέν, τὸ μικρὸν ἀρχιερατικὸν ἱερὸν ὠμοφόριον, ἐνδύεται αὐτὸ ἐπὶ τοῦ ἤδη φερομένου καὶ μετ' αὐτοῦ συνδυαζομένου ἀρχιερατικοῦ ἱεροῦ ἐπιτραχηλίου, λαβών, δέ, ἀμφότερα τὰ τρίκηρα εὐλογεῖ δι' αὐτῶν σταυροειδῶς κατ' ἀνατολάς, κατὰ δυσμάς, κατὰ νότους καὶ κατὰ βορρᾶς, λαβών, δέ, τὸν ἀρχιερατικὸν σταυρὸν τῆς δεξιᾶς χειρός, εὐλογεῖ ὡσαύτως, λέγων ἐκφώνως˙
«Σταυροῦται Θείῳ καὶ Ἱερῷ Ὠμοφορίῳ, ὁμοῦ μετὰ Τρικήρων καὶ Σταυροῦ τῆς Δεξιᾶς Χειρός, ὁ Θείῳ Τιμίῳ Μανδύᾳ Προκεκαλυμμένος καὶ Θείῳ Τιμίῳ Δακτυλίῳ Ὀνόματι Προηρμοσμένος καὶ Θείῳ Τιμίῳ Διαδήματι Προεστεμμένος καὶ Θείᾳ Τιμίᾳ Ῥάβδῳ Προκεκρατυμμένος Δοῦλος τοῦ Θεοῦ Ἰωάννης - Ἱλαρίων, ὡς Ἐλέῳ Θεοῦ Ἀρχιερεύς τε καὶ Πάππας τοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν».
1. Ἐπὶ δὲ τοῦ μικροῦ ὠμοφορίου˙ «Ἐπὶ τῶν ὤμων, Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς, Θεῷ τῷ ἐν Τριάδι ἐνσαρκωθέντι προσήγαγες».
2. Ἐπὶ δὲ τῶν διτρικήρων˙ «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα οἱ ἄνθρωποι καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς».
3. Ἐπὶ δὲ τοῦ σταυροῦ εὐλογίας τῆς δεξιᾶς χειρός˙ «Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐλεῆσαι ἡμᾶς. Εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. Ἀμήν».
4. ΤΕΤΑΡΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΝΔΥΣΙΣ
(ΛΕΙΤΟΥΡΓΙΚΗ ΑΜΦΙΟΦΟΡΙΑ)
Εἶτα ὁ ὑπὸ χρῖσιν ἐκδύεται καὶ ἀφίησι τὰ φερόμενα ἀρχιερατικὰ ἄμφια ἢ ἐξαρτήματα καὶ ἐνδύεται πᾶσαν τὴν λειτουργικὴν ἀρχιερατικὴν στολήν, λέγων τὰς οἰκείας εὐχάς.
Πᾶσαι αἱ οἰκεῖαι εὐχαί.
V. ΑΡΧΙΕΡΑΤΙΚΗ ΜΥΡΥΔΡΟΛΟΓΙΑ ΤΕ ΚΑΙ ΥΔΡΟΛΟΓΙΑ
Εἶτα, ὁ μέλλων χρισθῆναι Ἀρχιερεύς, σταυροῦ ποιήσας σχῆμα διὰ τοῦ ἱεροῦ Εὐαγγελίου ἐπὶ τοῦ ἐπὶ τοῦ τραπεζίου ἱεροῦ Ἀντιμηνσίου, αἴρει τὸ ἱερὸν Εὐαγγέλιον καὶ ἐκτυλίσσει τὸ ἱερὸν Ἀντιμήνσιον καὶ ἐφαπλοῖ Αὐτὸ ἐπὶ τοῦ τραπεζίου. Καὶ λαβών, μέν, μύρυδρον (ἀνθόνερον) λεβάντας (500ml), καὶ μύρυδρον (ἀνθόνερον) ῥόδου (500ml), καὶ ἕν, ἔτι, ἕτερον μύρυδρον (ἀνθόνερον), διάφορον ἐκείνων (500ml), ἐπιτίθησιν ἐπὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου, τὴν μὲν λεβάνταν ἐξ ἀριστερῶν, τὸ δὲ ῥόδον ἐκ δεξιῶν, τὸ δὲ ἕτερον καὶ διάφορον, ἀνὰ μέσον ἀμφοτέρων˙ λαβών, δέ, ὕδωρ (1500ml), ἐπιτίθησιν, ἐπίσης, ἐπὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου, κάτω τοῦ μέσου μυρύδρου (ἀνθονέρου)˙ λαβών, δέ, ἔτι, καὶ δοχεῖον ἀνακράσεως κενὸν (1500ml), ἐπιτίθησιν, ὡσαύτως, ἐπὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου, ἄνω τοῦ μέσου μυρύδρου (ἀνθονέρου). Καὶ ταῦτα ποιήσας, ἐκφωνεῖ˙
«Δόξα τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ καὶ Ἱεροποιῷ καὶ Ἀρχιεροθέτιδι Τριάδι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Παιδί, Θεῷ Ἑνί, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
1. Α΄ ΑΝΑΓΝΩΣΜΑ
Τῆς Ἐξόδου Τὸ Ἀνάγνωσμα
(Ἔξ. μ΄ , 1 - 14)
«Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων ... οὕτως ἐποίησε»
2. Β΄ ΑΝΑΓΝΩΣΜΑ
Βασιλειῶν Πρώτης Βίβλου Τὸ Ἀνάγνωσμα
(Α΄ Βασ. ιστ΄ , 1 - 13)
«Εἶπε Κύριος πρὸς Σαμουήλ ... καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ»
3. Γ΄ ΑΝΑΓΝΩΣΜΑ
Προφητείας Ἠσαΐου Τὸ Ἀνάγνωσμα
(Ἠσ. ξα΄ , 1 - 11)
«Τάδε λέγει ὁ Χριστὸς Κυρίου˙ Πνεῦμα Κυρίου ἐπ' ἐμέ ... ἐναντίον πάντων τῶν ἐθνῶν»
4. ΑΠΟΣΤΟΛΟΣ
(ΠΡΟ ΤΗΣ ΑΡΧΙΕΡΑΤΙΚΗΣ ΧΡΙΣΕΩΣ)
Πρὸς Κορινθίους Πρώτης Ἐπιστολῆς Παύλου Τὸ Ἀνάγνωσμα
(Α΄ Κορ. α΄ , 26 - 31)
«Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν ... Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω»
Εἰς δὲ τήν, μετὰ τὴν προγενομένην Ἀρχιερατικὴν Χρῖσιν καὶ Κατάστασιν, ἐπακολουθοῦσαν Ἑσπερινὴν Ἀρχιερατικὴν Θείαν Λειτουργίαν, ἐν ᾗ ὁ Ἀρτίχριστος Νέος Αρχιερεὺς προεξάρχει πάντων, ὡς Ἀρχιθύτης, ἀναγινώσκεται τὸ σχετικὸν Παύλειον Ἀποστολικὸν Ἀνάγνωσμα ἐκ τῆς Πρὸς Ἑβραίους Ἐπιστολῆς (Ἑβρ. ε΄, 1 - 10: «Πᾶς γὰρ Ἀρχιερεὺς ... προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ»).
5. ΕΥΑΓΓΕΛΙΟΝ
(ΠΡΟ ΤΟΥ ΜΕΘΑΓΙΑΣΜΟΥ)
Ἐκ Τοῦ Κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου Τὸ Ἀνάγνωσμα
(Λουκ. δ΄ , 16 - 22)
«Τῷ καιρῷ ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Ναζαρέτ ... ἐκ τοῦ στόματος αὐτοῦ»
Εἰς δὲ τήν, μετὰ τὴν προγενομένην Ἀρχιερατικὴν Χρῖσιν καὶ Κατάστασιν, ἐπακολουθοῦσαν Ἑσπερινὴν Ἀρχιερατικὴν Θείαν Λειτουργίαν, ἐν ᾗ ὁ Ἀρτίχριστος Νέος Αρχιερεὺς προεξάρχει πάντων, ὡς Ἀρχιθύτης, ἀναγινώσκεται τὸ σχετικὸν Εὐαγγελικὸν Ἀνάγνωσμα ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου (Ἰωάν. ι΄, 9 - 16: «Εἶπεν ὁ Κύριος˙ Ἐγὼ εἰμὶ ἡ θύρα ... καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν»).
6. ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ ΕΙΚΑΣ
(ΠΡΟ ΤΟΥ ΜΕΘΑΓΙΑΣΜΟΥ ΤΟΥ ΤΕ ΜΥΡΥΔΡΟΥ ΚΑΙ ΤΟΥ ΥΔΑΤΟΣ)
α΄. «Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...».
β΄. «Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης...».
γ΄. «Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου...».
δ΄. «Ὑπὲρ τοῦ οἴκου τούτου καὶ τῶν πίστει οἰκούντων ἐν αὐτῷ...».
ε΄. «Ὑπὲρ θείας τελειώσεως τῆς ἀρχιερατικῆς καταστάσεως
τοῦ Ἀρχιερατεύοντος δούλου τοῦ Θεοῦ Ἰωάννου-Ἱλαρίωνος...».
στ΄. «Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους...».
ζ΄. «Ὑπὲρ τῆς πόλεως ταύτης...».
η΄. «Ὑπὲρ εὐκρασίας ἀέρων...».
θ΄. «Ὑπὲρ πλεόντων...».
ι΄. «Ὑπὲρ τοῦ ἀρχιερατικῶς μεθαγιασθῆναι
τό τε μύρυδρον καὶ τὸ ὕδωρ τοῦτο...».
ια΄. «Ὑπὲρ τοῦ καταφοιτῆσαι
τῷ τε μυρύδρῳ καὶ τῷ ὕδατι τούτῳ
τήν τε μεθαγιαστικήν, τήν τε τοιαύτην φωτιστικὴν καὶ τὴν τοιαύτην καθαρτικὴν
Ἀρχιεροθέτιδα τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν...».
ιβ΄. «Ὑπὲρ τοῦ καλῶς ἀλλοιωθῆναι καὶ γενέσθαι
τό τε μύρυδρον καὶ τὸ ὕδωρ τοῦτο
ἐν Πνεύματι χρισματικὸν καὶ πρὸς Ἀρχιερωσύνην χριστικόν...».
ιγ΄. «Ὑπὲρ τοῦ καταπεμφθῆναι καὶ ἐνθησαυρισθῆναι ἐν αὐτοῖς
τὴν Ἀρχιερατικὴν τοῦ Χριστοῦ Θείαν Διοριστήριον Χάριν...».
ιδ΄. «Ὑπὲρ τοῦ μέλλοντος χρισθῆναι Ἀρχιερέως
Ἀρχιερατεύοντος δούλου τοῦ Θεοῦ Ἰωάννου - Ἱλαρίωνος...».
ιε΄. «Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν ἀναδείξῃ τε καὶ καταστήσῃ αὐτὸν
Ἀρχιερέα τε καὶ Πάππαν ἄξιον καὶ πιστόν
εἰς τύπον καὶ τόπον τοῦ Χριστοῦ Αὐτοῦ Ἰησοῦ...».
ιστ΄. «Ὑπὲρ συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν αὐτοῦ...».
ιζ΄. «Ὑπὲρ παντὸς τοῦ Θεοσώστου Πληρώματος
τοῦ Θεοκληρώτου αὐτῷ Παππείου
Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης
Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης...».
ιη΄. «Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως...».
ιθ΄. «Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον αὐτούς τε καὶ ἡμᾶς...».
κ΄. «Τῶν Ἁγίων, Ἐνδόξων, Πανευφήμων
Θεοκηρύκων καὶ Πνευματοφόρων τοῦ Χριστοῦ Ἀποστόλων
μετ' Αὐτοῦ καὶ ἁπάντων τῶν ἁγίων μνημονεύσαντες
ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν
τῷ ἐν σαρκὶ Τρισαγίῳ Θεῷ καὶ Αὐτῷ, τῷ Χριστῷ Τούτου, παραθώμεθα».
7. ΜΥΡΥΔΡΟΚΡΑΣΙΑ
Μετὰ ταῦτα, ὁ ὑπὸ χρῖσιν εὐλογεῖ ἕκαστον τῶν τριῶν μυρύδρων (ἀνθόνερων), τό τε μύρυδρον (ἀνθόνερον) τῆς λεβάντας, τό τε μύρυδρον (ἀνθόνερον) τοῦ ῥόδου καὶ τὸ ἕτερον καὶ διάφορον μύρυδρον (ἀνθόνερον), ὡς καὶ αὐτὸ τὸ ὕδωρ, λέγων τρὶς ἐφ' ἕκαστον τῶν τεσσάρων τούτων ἐκφώνως˙ «Εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν». Εἶτα, δέ, ἐκχέει ἕκαστον τῶν τριῶν τοιούτων μυρύδρων (ἀνθονέρων) εἰς τὸ κενὸν τῆς ἀνακράσεως δοχεῖον καὶ ποιεῖται τὴν ἀνάκρασιν μετ' ἀλλήλων ἐντὸς αὐτοῦ καὶ τὴν εἰδικὴν σύνθεσιν εἰς ἓν καὶ τὸ αὐτὸ μύρυδρον (ἀνθόνερον), εὐλογῶν τὸ ἐξ αὐτῶν ἀνάκραμα καὶ λέγων˙
«Εὐλογημένη ἡ ἀνάκρασις αὕτη καὶ σύνθεσις τῶν μελλόντων μεθαγιασθῆναι μυρύδρων, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος. Ἀμήν».
Καὶ λαβὼν δύο κοῖλα κάνιστρα, ἐκχέει, εἰς τὸ μέν, τὸ ἀνάκραμα τῶν τριῶν μυρύδρων (1500ml), εἰς τὸ δέ, αὐτὸ τὸ ὕδωρ (1500ml)˙ καὶ ἐπιτίθησι, τὸ μέν, ἐκ δεξιῶν, τὸ δέ, ἐξ εὐωνύμων, ἐπὶ τοῦ ἐπὶ τοῦ τραπεζίου ἐφηπλωμένου ἱεροῦ Ἀντιμηνσίου.
8. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ Ι΄
(ΕΠΙ ΤΟΥ ΜΕΘΑΓΙΑΣΜΟΥ ΤΟΥ ΤΕ ΜΥΡΥΔΡΟΥ ΚΑΙ ΤΟΥ ΥΔΑΤΟΣ ΧΡΙΣΕΩΣ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τοῦ Μεθαγιασμοῦ τοῦ τε Μυρύδρου καὶ τοῦ Ὕδατος Χρίσεως τοῦ Ἀρχιερέως Ι΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριάς, ἡ Μυστική˙ Τριάς, ἡ Μυσταγωγική˙ Τριάς, ἡ Μυσταρχική˙ Τριάς, ἡ Μυστηριαρχική˙ Τριάς, ἡ Τελεταρχική˙ Τριάς, ἡ Ἀρχιτελετουργική˙ Τριάς, ἡ Θεουργική˙ ἡ Μία, ἡ Μόνη καὶ ἡ Αὐτὴ Πρωταρχικὴ Αἰτία τῶν Θαυμασίων τῆς Φύσεως καὶ τῶν Μυστηρίων τῆς Χάριτος˙ ὁ τῶν Κατὰ Φύσιν Ὁρωμένων Μέγας Δημιουργὸς καὶ τῶν Ὑπὲρ Φύσιν Κεκρυμμένων Ἄρχων Μυσταγωγός.
Θεὲ Νοῦ, Πάτερ Δημιουργέ˙ καὶ Θεὲ Λόγε, Υἱὲ Συνεργέ˙ καὶ Θεὲ Νόμε, Παῖ Λειτουργέ˙ ὁ ἐν Τριάδι καὶ ἐν Μονάδι Θεὸς ἡμῶν˙ ὁ ἐν στοιχείοις ἐνύλοις καὶ δοχείοις πηλίνοις καὶ σκεύεσιν ὀστρακίνοις τὸν θησαυρὸν τῆς Χάριτός Σου μυστικῶς ἡμῖν ἐνδιατιθέμενος καὶ ἐγκρύπτων, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ Σοῦ, τοῦ Τρισμεγίστου Θεοῦ ἡμῶν, καὶ μὴ ἐξ ἡμῶν.
Ὁ πᾶσαν, μέν, ὑπὸ Σοῦ κτίσιν, Ἡμίϋλόν τε καὶ Ἔνυλον, τῇ τε Ἀκτίστῳ καὶ Ἀΰλῳ Τρισυποστάτῳ Σου Φύσει ἀσυμφύρτως συναρμόζων, πᾶσαν, δέ, ἐκ Σοῦ, διὰ Σοῦ καὶ ἐν Σοὶ Χάριν, Ἄκτιστόν τε καὶ Ἄϋλον, τοῖς τῆς ὕλης συμβόλοις καὶ τοῖς τῆς κτίσεως τύποις εὐαρμόστως συζευγνύων, καὶ πᾶσιν ἡμῖν, τοῖς Σοῖς μύσταις, φιλανθρώπως παρέχων, πρός τε ἁγιασμόν, πρός τε φωτισμὸν καὶ πρὸς καθαρμόν, ἤγουν, ἁγνισμόν, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ ἐν Τριάδι καὶ ἐν Μονάδι Θεὸς ἡμῶν, ἐνθησαύρισον τήν τε μεθαγιαστικὴν Χάριν, τήν τε τοιαύτην φωτιστικὴν Χάριτα καὶ τὴν καθαρτικὴν τοιαύτην Δωρεὰν τῆς Σῆς Θείας καὶ Τρισμεγίστης Ἀρχιερατικῆς Συμβατικῆς Ἀρχῆς, Ἀδείας καὶ Ἐξουσίας ἐν τῷ Χρίσματι τοῦ τε προσφερομένου Σοι Μυρύδρου καὶ τοῦ συμπροτιθεμένου Σοι Ὕδατος τούτου, ἐλθέ, νῦν, καὶ μεθαγίασον τό τε Μύρυδρον καὶ τὸ Ὕδωρ τοῦτο (Τρίς).
Καὶ ποίησον˙ τὸ μέν, Μύρυδρον Ἅγιον, Πρῶτον καὶ Ἡδύ, Σύμβολον καὶ Δοχεῖον τῆς Σῆς Θείας Ἀρχιερατικῆς Μείζονος Συμβατικῆς Ἐξουσίας τῶν Σεαυτοῦ Ἱερουργιῶν, τουτέστιν, Ἱερῶν Ἐνεργειῶν (πρώτη ἰδία εὐλογία)˙ τὸ δέ, Ὕδωρ Ἅγιον, Πνεύματος Δρόσου, Σύμβολόν τε καὶ Δοχεῖον τῆς Σῆς Θείας Ἀρχιερατικῆς Μείονος Συμβατικῆς Ἐξουσίας τῶν Σεαυτοῦ Ἱερουργημάτων, ἤ, ταὐτὸν εἰπεῖν, Ἱερῶν Ἐνεργημάτων (δευτέρα ἰδία εὐλογία)˙ τῆς Συμβατικῆς, Ἀδειοδότειράς τε καὶ Ἐξουσιοδότειρας, Ἱεροπρεποῦς, καὶ νῦν, Ἀρχιεροθέτιδος, Διοριστηρίου Χάριτος τοῦ Θείου, Μεγάλου καὶ Πλουσίου Ἐλέους Σου ἀμφότερα βρίθοντα, γέμοντά τε καὶ μεστά.
Καλῶς ἀλλοιῶν καὶ πληρῶν συναμφότερα τῆς Μεθαγιαστικῆς τοῦ Ἁγίου Σου Πνεύματος Ἀρχιερατικῆς Δωρεᾶς (τρίτη κοινὴ εὐλογία)˙ τῆς τε Ἐνθαρρυντικῆς μενῶν ψυχῆς καὶ σώματος, τοῦ τῆς Παρρησίας Σοῦ Πνεύματος, εἰς τὴν μετὰ πάσης παρρησίας ἀκαταίσχυντον ἀνάληψιν, καὶ τῆς Κατευθυντικῆς ὁδῶν ψυχῆς καὶ σώματος, τοῦ τῆς Ἀσφαλείας Σοῦ Πνεύματος, εἰς τὴν μετὰ πάσης ἀσφαλείας ἀκατάγνωστον ἐκτέλεσιν πάντων τῶν Ἱερῶν καὶ Ὑψηλῶν Καθηκόντων πάντων τῶν τῆς Σῆς πάσης Ἱερωσύνης Ὑψηλῶν Τίτλων, Ἀρχῶν, Πρωτειῶν, Ἀδειῶν, Ἐξουσιῶν, Ὀφφικίων καὶ Ὑπουργημάτων, καὶ δή, τοῦ Προκειμένου καὶ Ὑψίστου Αὐτῶν Ἀρχιερατικοῦ Ὑπουργήματος.
Καὶ ἀνάδειξον˙ τὸ μέν, Μύρυδρον Ἔνθεον˙ τὸ δέ, Ὕδωρ Ζῶν˙ καὶ συναμφότερα Χριστικὰ Σοῦ, τοῦ Πρώτου καὶ Μόνου ἐν Πνεύματί τε καὶ Χάριτι Χρίοντος Θεοῦ, ἐκ τῆς Δωρεοπαρόχου Σου Τρισαενάου Πηγῆς ἀναβλύζοντα, Ἀρχιερατικά, εἰς Ἀρχιερατικήν, Συμβατικήν, Ἀδειοδοτικήν τε καὶ Ἐξουσιοδοτικήν, Ἱερὰν Χρῖσιν καὶ Κατάστασιν τῶν ὑπὸ Σοῦ Ἐκλεκτῶν˙ ὥστε εἶναι αὐτοῖς Χρῖσμα Ἅγιον Ἀρχιερατείας Σου εἰς τὸν αἰῶνα.
Ἵνα πᾶς ὁ χριόμενος ἐξ Αὐτοῦ καὶ καθιστάμενος διὰ τῆς χρίσεως Αὐτοῦ τρισσῶς τε καὶ πλουσίως ἐλεηθῇ, κατὰ τὸ ποιὸν καὶ τὸ μέτρον τῆσδε τῆς παρὰ Σοῦ παρεχομένης καὶ ὑπ' αὐτοῦ μετεχομένης Πνευματικῆς Χάριτος, καθαρθῇ τε, φωτισθῇ τε καὶ ἁγιασθῇ, ψυχῇ τε καὶ σώματι, ἐκ τῆς Σῆς Θείας καὶ ὑπὸ Σοῦ Ἱεροπρεπῶς ἐντεθησαυρισμένης ἐν Αὐτῷ, Συμβατικῆς, Ἀδειοδοτικῆς τε καὶ Ἐξουσιοδοτικῆς, ἐπὶ τῇ Σῇ Τρισμεγίστῃ Ἀρχιερωσύνῃ, Διοριστηρίου Μεθαγιαστικῆς Χάριτος.
Καὶ οὕτω καὶ τοιούτω, καταξιωθῇ Ἀρχιερατικῶς παρρησιασθῆναί Σοι καὶ παρουσιασθῆναί Σοι, ἐν παντί, ἐνώπιόν Σου καὶ ἐνώπιον παντὸς τοῦ λαοῦ Σου˙ καὶ ἀκαταισχύντως, ὡς Χριστός Σου Ἀρχιερεύς, παρασταθῆναί Σοι, ἐκ δεξιῶν Σοῦ τε, τοῦ καθημένου ἐπὶ τοῦ Θρόνου, καὶ τοῦ Χριστοῦ Σου Ἰησοῦ, τοῦ συγκαθημένου μετὰ Σοῦ˙ καὶ ἀκαταγνώστως πορευθῆναι ἐν πάσαις ταῖς Ἀρχιερατικαῖς Ὁδοῖς Σοῦ τε καὶ Αὐτοῦ, ἃς Σὺ δι' Αὐτοῦ ἤνοιξας καὶ ἐχάραξας καὶ τούτῳ τῷ συνοδοιπόρῳ καὶ συνοδίτῃ Ὑμῖν Μελλοχρίστῳ Δούλῳ Σου Ἰωάννῃ-Ἱλαρίωνι, ἐν πάσῃ ἀσφαλείᾳ καὶ εὐθύτητι.
Μύρυδρόν τε καὶ Ὕδωρ ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ, εἰς ὀσμὴν τῆς τῶν τῆς Σῆς Ἀρχιερωσύνης Ἱματίων, ὑπὲρ πάντα τὰ ἀρώματα, Πνευματικῆς Εὐωδίας.
Ὡς Δρόσον Ἁερμών, τὴν καταβαίνουσαν ἐπὶ τὰ ὄρη Σιών, διὰ τῶν τῆς Σῆς ἐν Αὐτῷ ἐνοικούσης Θείας, Παρρησιαστικῆς τε καὶ Ἀσφαλιστικῆς, Διοριστηρίου Ἀρχιερατικῆς Χάριτος δροσιστικῶν νοερῶν ῥοῶν, σύμπασαν τὴν ψυχὴν παντὸς δι' Αὐτοῦ χριομένου τε καὶ καθισταμένου ἀναψῦχον καὶ οἵαν ἀτολμίαν καὶ δειλίαν αὐτοῦ ἐπὶ τὸ προΐστασθαι καὶ ἄρχειν, ἤτοι φυσικήν, ἢ ἠθικήν, εἰς παντοίαν εὐτολμίαν καὶ εὐθαρσίαν, ὡσεὶ λέοντος πῦρ πνέοντος, μεταποιοῦν, ὥστε μηδένα ἡγήσασθαι τὴν αὐτοῦ Ἀρχιερωσύνην ἁρπαγμὸν καὶ τολμητίου ἰδίαν θρασυβουλίαν.
Σφραγῖδα Θείας Καταστάσεως ἀνεξάλειπτον, Ὑπογραμμὸν Ὕπερθεν καὶ Θεόθεν Διορισμοῦ ἀνεξίτηλον, παρὰ τῆς Σῆς Ἀρχιερατικῆς, Συμβατικῆς, Ἀδειοδοτηρίου τε καὶ Ἐξουσιοδοτηρίου, Θείας καὶ Ἱερᾶς Δωρεᾶς τε καὶ Χάριτος, ἐπὶ τοὺς ἐν Αὐτῷ Χριστούς Σου Ἀρχιερεῖς, τῆς Καινῆς τῆς Χάριτός Σου Διαθήκης˙ τὸ μέγεθος τῆς ἀμεταμελήτου Σου Δωρεᾶς ταύτης συνειδότας καὶ τὸ παρὰ Σοῦ, τοῦ Κυρίου, διὰ τοῦ Μεγαλοφωνοτάτου Σου καὶ Εὐαγγελιστοῦ Προφήτου Ἠσαΐου, κραταιὸν Ῥῆμα, ὁμοῦ μετὰ τοῦ Χριστοῦ Σου Ἰησοῦ, ἐν Ἑνὶ Πνεύματί Σου ὁμολογοῦντας καὶ ἐν τῇ Χάριτί Σου ἐκπληροῦντας, καὶ δοξάζοντάς Σε καὶ λέγοντας:
«Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με˙ εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με˙ ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν˙ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν˙ καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν˙ παρακαλέσαι πάντας τοὺς πενθοῦντας˙ δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας˙ καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν».
Ὅτι Σὸν τὸ ἁγιάζειν καὶ ἁγνίζειν, φωτίζειν τε καὶ καθαίρειν, καὶ τὸ χρίειν καὶ καθιστᾶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Παιδί, Θεῷ Ἑνί, Ὅλῳ Ἐνσαρκωθέντι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν».
VI. ΑΡΧΙΕΡΑΤΙΚΗ ΜΥΡΥΔΡΟΧΡΙΣΙΑ ΤΕ ΚΑΙ ΥΔΡΟΧΡΙΣΙΑ
(ΑΡΧΙΕΡΑΤΙΚΗ ΤΕ ΚΑΙ ΠΑΠΠΙΚΗ ΚΑΤΑΣΤΑΣΙΣ)
1. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ ΙΑ΄
(ΕΠΙ Τῌ ΠΝΕΥΜΑΤΙΚῌ ΠΡΩΤῌ ΣΥΜΒΑΤΙΚῌ ΕΞΟΥΣΙΟΔΟΤΗΣΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, γονυπετῶν δὲ ὅπου δεῖ, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Πνευματικῇ Πρώτῃ Συμβατικῇ Ἐξουσιοδοτήσει τοῦ Ἀρχιερέως ΙΑ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριὰς Ὑπερδύναμε, Ὑπερούσιε καὶ Ὑπερεξούσιε˙ Θεὲ Πάτερ, Υἱὲ καὶ Παῖ˙ ὁ Εἷς Θεὸς καὶ ὁ Μόνος Τρισυπόστατος Κύριος˙ ὁ Ἅγιος καὶ ὁ Κύριος τοῦ Ἰσραήλ˙ ὁ Ἀπόλυτος Ἄρχων τῆς εἰρήνης καὶ τῆς δικαιοσύνης˙ ὁ διδοὺς τοὺς ἄρχοντας Σιών, τῆς Ἁγίας Πόλεώς Σου, ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους Αὐτῆς ἐν δικαιοσύνῃ˙ ὁ Δεσπότης τῶν Ἁπάντων˙ ὁ Δυνατός, ὁ Ἰσχυρὸς καὶ ὁ Κραταιὸς Ἐξουσιαστὴς συμπάσης τῆς τῶν ὄντων ὑπάρξεως καὶ ζωῆς˙ ὁ Μόνος Ὢν καὶ τῶν πάντων Προών˙ ὁ Εἷς καὶ Τρὶς Μέγας Θεὸς ἡμῶν˙ ὁ Μόνος ἔχων δύναμιν, ἀρχὴν καὶ ἐξουσίαν, ὅτι μετὰ Σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς Σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων Σου.
Ὁ ἅπασαν ἀρχήν, ἐξουσίαν καὶ ἄδειαν Σὴν ἔχων, κατὰ φύσιν καὶ κυριότητα, καὶ ἐν τῇ κραταιᾷ Χειρί Σου διακρατῶν, καὶ ἐξ Αὐτῆς μεταδιδοὺς τοῖς ἁγίοις Σου, τοῖς Σοῖς Χριστοῖς καὶ τοῖς ὑπὸ Σοῦ ἐκλεκτοῖς, τοῖς παρὰ Σοῦ τοῖς Σοῖς πρῶτοις μύροις τῆς Χάριτός Σου ἐπὶ τὸ Ἅγιόν Σου Ὄρος Σιὼν χριομένοις, κατὰ χάριν καὶ δωρεὰν τῆς Σῆς Τρισμεγίστου Ἀγαθότητος καὶ τῆς Τρισαφάτου Χρηστότητός Σου.
Ὁ εἰς Ἑκάστην τῶν Τριῶν Σῶν Θείων Ὑποστάσεων καὶ τὰς Τρεῖς τῆς Ἐξουσίας Φύσεις διακριτῶς συνενῶν καὶ συνέχων, τήν τε Μυσταρχικὴν καὶ τὴν Ἐκκλησιαρχικὴν καὶ τὴν Πολιταρχικήν, ὥσπερ ὁ Αὐτὸς καὶ τὰς Τρεῖς τῆς Οὐσίας Φύσεις Τρὶς καὶ εἰς τὰς Τρεῖς Σὰς καὶ τὰς Αὐτὰς Ὑποστάσεις ἀσυγχύτως συνενοῖς καὶ συνέχεις, τήν τε Ἄϋλον καὶ Ἄκτιστον Σὴν καὶ τὴν Ἡμίϋλον καὶ τὴν Ἔνυλον, ἃς ἀμφοτέρας ἐποίησας καὶ προσελάβου θεουργικῶς.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ Θεὸς ἡμῶν, ἰλέῳ Σου ὄμματι, ἐπίβλεψον ἐξ Οὐρανοῦ καὶ ἰδέ˙ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, τὸ ἐν τῷ Σῷ Ἐλέῳ Θεόσωστον Παππεῖον Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης˙ καὶ κατάρτισαι αὐτήν, ἣν ἡ δεξιά Σου ἐφύτευσε, τὴν παρὰ Σοῦ αἰτουμένην καλὸν γεωργόν˙ καὶ ἀνάστησον Σεαυτῷ Ἱερέα πιστόν, ἄνδρα κατὰ τὴν καρδίαν Σου, ὑπὸ Σοῦ ἐκλεκτόν, ὃς ποιήσει πάντα τὰ ἐν τῇ καρδίᾳ Σου καὶ πάντα τὰ ἐν τῇ ψυχῇ Σου καὶ πάντα τὰ ἐν τῇ διανοίᾳ Σου καὶ πάντα τὰ ἐν τῇ ἰσχύϊ Σου, πάντα τὰ θελήματά Σου ἐν Αὐτῇ.
Καὶ κάλεσον, καὶ ἔκλεξαι τὸν δοῦλόν Σου Ἰωάννην - Ἱλαρίωνα, Ἱερέα ὅλον ὑπάρχοντα καὶ Ἱερωσύνης τῆς Σῆς, τοῦ Ἑβδόμου καὶ Ὑπάτου τῆς Ἱερατικῆς Δυνάμεως Βαθμοῦ, ὅλην τὴν Δωρεάν, τὴν Χάριν καὶ τὴν Δύναμιν ἤδη φέροντα.
Καὶ ἀξίωσον αὐτὸν καὶ τοῦ Τρίτου καὶ τοῦ Εἰκοστοῦ Πρώτου καὶ Κορυφαίου Τίτλου τῆς Σῆς Μεθαγιαστικῆς, ἤ, ταὐτὸν εἰπεῖν, Συμβατικῆς, Ἱερατικῆς Ἐξουσίας τοῦ φερομένου ὑπ' αὐτοῦ τοιούτου Βαθμοῦ, τουτέστι, τοῦ Ὀφφικίου τῆς Ποιμαντικῆς Εὐθύνης καὶ τῆς Πνευματικῆς Δικαιοδοσίας τῆς Σῆς τοῦ Ἐπισκόπου Ἀρχιερωσύνης καὶ τῆς Σῆς τοῦ Ἀρχεξάρχου Παπποσύνης.
Τῆς Σῆς, δηλονότι, Πρώτης, Θείας, Ἱερᾶς καὶ Μεγάλης, τῆς τε Ἀρχιερατικῆς καὶ τῆς Παππικῆς, Μυστειακῆς Συμβατικῆς Ἀρχῆς, Ἐξουσίας, Ἀδείας, Χάριτός τε καὶ Δωρεᾶς˙ τῆς τε Γενικῆς, τοῦ Μυστειακῶς Ἄρχειν, ἤτοι, ἐν πάσαις ταῖς ἱεραῖς καὶ ταῖς θείαις τελεταῖς τῶν τε Σῶν Μυστηρίων καὶ τῶν Σῶν Μυστηριοειδῶν, ὡς Πρῶτος τῇ τάξει, πάντων τῶν ὁμοβάθμων, τῶν κατὰ τὴν Ἱερωσύνην ὁμοδυνάμων καὶ ὁμοενεργῶν αὐτῷ, Προεξάρχειν˙ καὶ τῆς Εἰδικῆς˙ τοῦ μὲν Μυστικῶς Χρίειν καὶ Καθιστᾶν, Χειροτονεῖν τε καὶ Χειροθετεῖν, τοὺς Ἱερεῖς Σου˙ τοῦ δὲ Μυστικῶς Χρίειν καὶ Καθιστᾶν, Σφραγίζειν τε καὶ Ἐγκαινίζειν, τὰ Ἱερὰ τῶν Ναῶν Σου Θυσιαστήρια.
Ἣν φιλανθρώπως παράσχου, συγχωρῶν αὐτῷ καὶ ὅσα Σοι, ὡς ἄνθρωπος, ἐπλημμέλησε, γόνυ ὅλης καρδίας καὶ διανοίας, ψυχῆς τε καὶ σώματος αὐτοῦ, νῦν, δουλικῶς ὑποκλίνοντι ἐνώπιόν Σου καὶ καθικετεύοντί Σε καὶ ἑαυτῷ παρασχεῖν, ὥσπερ παρέσχες καὶ ἐδωρήσω τοῖς Ἀποστόλοις τῆς Καινῆς τῆς Χάριτός Σου Διαθήκης, τοῖς κατὰ μίμησιν καὶ διαδοχὴν ἑστῶτας εἰς τὸν ἱερὸν τύπον καὶ τὸν ἅγιον τόπον Ἰησοῦ, τοῦ Χριστοῦ Σου.
Καὶ χρῖσον, καὶ κατάστησον αὐτόν, τῷ Θείῳ, Μεγάλῳ καὶ Πλουσίῳ Ἐλέῳ Σου, Ἀρχιερέα τε καὶ Πάππαν τοῦ Σοῦ καὶ ὑπὸ Σοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης˙ καὶ καρδίαν δὸς αὐτῷ τοῦ συντελέσαι τὸ χρῖσμα.
Χάρισαι δὲ αὐτόν, ὁ Θεός, ἄξιον καὶ εὐάρεστον τῷ Ἁγιωτάτῳ Παππείῳ τούτῳ καὶ ἐν πάσαις ταῖς Ἁγίαις Σου Ἐκκλησίαις, εὐαρεστοῦντα Σοὶ καὶ πᾶσι καὶ ἐν πᾶσι καὶ ποιοῦντα τὸ θέλημά Σου˙ καὶ διαφύλαξον αὐτὸν ἐν εἰρήνῃ καὶ ἐν τῇ Σῇ Χάριτι, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς Σῆς Ἀληθείας. Ἀμήν».
2. ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ ΙΒ΄
(ΕΠΙ Τῌ ΔΙΟΙΚΗΤΙΚῌ ΔΕΥΤΕΡᾼ ΣΥΜΒΑΤΙΚῌ ΕΞΟΥΣΙΟΔΟΤΗΣΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Καὶ πρὸς Ἀνατολὰς ἱστάμενος, γονυπετῶν δὲ ὅπου δεῖ, λέγει εἰς ἐπήκοον τὴν Ἐπὶ τῇ Διοικητικῇ Δευτέρᾳ Συμβατικῇ Ἐξουσιοδοτήσει τοῦ Ἀρχιερέως ΙΒ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Τοῦ Κυρίου δεηθῶμεν˙
«Τριὰς Ὑπερένδοξε, Ὑπεράγαθε καὶ Ὑπέρθεε˙ Θεὲ Νοῦ, Λόγε καὶ Νόμε˙ ὁ Τρισύπατος, Τρισύψιστός τε καὶ Τρισμέγιστος Εἷς καὶ Μόνος Κύριος καὶ ὁ Τρισυπόστατος Εἷς καὶ ὁ Αὐτός, κατὰ τὴν Ἑαυτοῦ Οὐσίαν, Θεὸς ἡμῶν˙ ὁ Ἀρχιερεὺς τῶν Ἀρχιερέων, ὁ Βασιλεὺς τῶν Βασιλέων καὶ ὁ Κύριος τῶν Κυρίων˙ ὁ Μόνος Ἄναρχος, Ἀτελεύτητος καὶ Ἀδιάδοχος Ἀρχιερεύς τε καὶ Βασιλεὺς Δικαιοσύνης, καὶ τῆς Πόλεως τῆς Εἰρήνης, πρὸ τοῦ αἰῶνος, ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερέως ὁμοῦ καὶ Βασιλέως τῆς Σαλήμ.
Ὁ Κύριος καὶ ὁ Θεὸς Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ˙ ὁ Κύριος καὶ ὁ Θεὸς Μωϋσέως, ὁ διὰ τοῦ Θεράποντός Σου Μωϋσέως χρίσας Ἀρχιερεῖς καὶ Ἱερεῖς τῷ Ἰσραήλ, τοῦ εἶναι ἱερατείαν Σοι εἰς τὸν αἰῶνα˙ ὁ Κύριος καὶ ὁ Θεὸς Σαμουήλ, ὁ διὰ τοῦ ἠγαπημένου ὑπὸ Σοῦ Παιδὸς Σαμουήλ, τοῦ Προφήτου Σου, καταστήσας βασιλείαν καὶ χρίσας βασιλέα καὶ ἄρχοντας ἐπὶ τὸν λαόν Σου τὸν Ἰσραήλ˙ ὁ Κύριος καὶ ὁ Θεὸς Ἠλιού, τοῦ Ζηλωτοῦ Σου Προφήτου, ὁ διὰ τοῦ ἐν τῷ Σῷ Πνεύματι ζέοντος Δούλου Σου Ἠλιοὺ χρίσας βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ' αὐτόν.
Ὁ Κύριος καὶ ὁ Θεὸς Ἰησοῦ, τοῦ ὑπὸ Σοῦ Κλητοῦ, Ἐκλεκτοῦ, Χριστοῦ καὶ Υἱοθετοῦ Πάσχοντος Δούλου καὶ Σωτῆρος ἡμῶν, ὁ διὰ τοῦτο, παρὰ πάντας τοὺς μετόχους, ὑπερβαλλόντως ἀγαπήσας καὶ ἐν αὐτῇ τῇ Σῇ Χάριτι χρίσας Αὐτὸν ἔλαιον ἀγαλλιάσεως εἰς Σὸν Μέγαν Προφήτην τε καὶ Ἀρχιερέα, Βασιλέα τε καὶ Κληρονόμον τῶν Σῶν Αἰωνίων Ἀγαθῶν, τῆς Σῆς Πάντων τῶν Αἰώνων Βασιλείας, ὅτι ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν˙ ὁ Κύριος καὶ ὁ Θεὸς πάντων τῶν φοβουμένων Σε καὶ ἀγαπώντων τὸ Ἕν, Ἅγιον, Τρισυπόστατον, Μέγα καὶ Υπὲρ Πᾶν Ὄνομά Σου.
Ὁ εἰς Ἑκάστην τῶν Τριῶν Σῶν Θείων Ὑποστάσεων καὶ τὰς Τρεῖς τῆς Ἐξουσίας Φύσεις διακριτῶς συνενῶν καὶ συνέχων, τήν τε Μυσταρχικὴν καὶ τὴν Ἐκκλησιαρχικὴν καὶ τὴν Πολιταρχικήν, ὥσπερ ὁ Αὐτὸς καὶ τὰς Τρεῖς τῆς Οὐσίας Φύσεις Τρὶς καὶ εἰς τὰς Τρεῖς Σὰς καὶ τὰς Αὐτὰς Ὑποστάσεις ἀσυγχύτως συνενοῖς καὶ συνέχεις, τήν τε Ἄϋλον καὶ Ἄκτιστον Σὴν καὶ τὴν Ἡμίϋλον καὶ τὴν Ἔνυλον, ἃς ἀμφοτέρας ἐποίησας καὶ προσελάβου θεουργικῶς.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, Ὑπερασπιστὰ ἡμῶν καὶ τῶν σωτηρίων τοῦ Χριστοῦ Σου, ἔτι ἰδέ, ὁ Θεός˙ καὶ ἔτι ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἁγιασθησομένων Σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐπὶ τὸ πρόσωπον τοῦ μελλοχρίστου Σου τούτου˙ καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπον αὐτοῦ, Σοί, νῦν, προσπίπτοντος καὶ δεομένου Σου, μηδὲ ἀναβάλῃ αὐτόν˙ ἀλλ' ἔτι ποίησον ἔλεος αὐτῷ καὶ σῶσον αὐτόν, καὶ ἐπέκτεινον ἐπ' αὐτὸν τὴν Χεῖρά Σου τὴν Κραταιάν.
Καὶ δὸς τὸ Κράτος Σου τῷ παιδί Σου˙ καὶ ἑτοίμασον λύχνον αὐτῷ˙ καὶ ὕψωσον κέρας αὐτοῦ˙ καὶ ἀπάγγειλον εἰς ἀνθρώπους τὸ ὄνομα αὐτοῦ, ὅπως μὴ ἅψωνται αὐτοῦ˙ καὶ ποίησον αὐτὸν πνεῦμα προσώπου λαοῦ Σοῦ τε καὶ αὐτοῦ˙ καὶ δένδρον ζωῆς μέγα καὶ ὑψηλόν, φυόμενον ἐπὶ τῆς γῆς ἐκ καρποῦ τῆς Σῆς δικαιοσύνης, δασύ τε καὶ σύσκιον, οὗ ἐν τῇ σκιᾷ πάντες ζήσονται ἐν τοῖς ἔθνεσιν.
Ἵνα πληρωθῇ καὶ τελειωθῇ ἐπ' αὐτὸν ἡ παρὰ τῆς Σῆς Τρισμεγίστου Ἀγαθότητος καὶ ὑπὸ τῆς Τρισαφάτου Χρηστότητός Σου, νῦν, ἐκχεομένη Εὐλογία, Χάρις καὶ Δωρεὰ τοῦ Ἱερατικοῦ Τίτλου καὶ τῆς Πρωτείας καὶ τῆς Ἀρχῆς τοῦ Ἐπισκόπου Ἀρχιερέως, ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ˙ ὡς δρόσος Ἁερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.
Καὶ ἵνα ᾖ αὐτὸς ὁ ἀρχιερεύς Σου ὁ μύρῳ ἡδεῖ τε καὶ μεστῷ τοῦ παρὰ Σοῦ Μεγάλου καὶ Πλουσίου Ἐλέους χριστός, ὁ τετελειωμένος τὰς χεῖρας˙ ὅτι Σὸν τὸ Κράτος καὶ Σοῦ ἐστὶν ἡ Βασιλεία καὶ μετὰ Σοῦ ἡ Ἀρχή.
Καὶ ἔτι κάλεσον, καὶ ἔτι ἔκλεξαι τὸν δοῦλόν Σου Ἰωάννην - Ἱλαρίωνα, Ἱερέα ὅλον ὑπάρχοντα καὶ Ἱερωσύνης τῆς Σῆς, τοῦ Ἑβδόμου καὶ Ὑπάτου τῆς Ἱερατικῆς Δυνάμεως Βαθμοῦ, ὅλην τὴν Δωρεάν, τὴν Χάριν καὶ τὴν Δύναμιν ἤδη φέροντα.
Καὶ ἔτι ἀξίωσον αὐτὸν καὶ τοῦ Τρίτου καὶ τοῦ Εἰκοστοῦ Πρώτου καὶ Κορυφαίου Τίτλου τῆς Σῆς Μεθαγιαστικῆς, ἤ, ταὐτὸν εἰπεῖν, Συμβατικῆς, Ἱερατικῆς Ἐξουσίας τοῦ φερομένου ὑπ' αὐτοῦ τοιούτου Βαθμοῦ, τουτέστι, τοῦ Ὀφφικίου τῆς Ποιμαντικῆς Εὐθύνης καὶ τῆς Κανονικῆς Δικαιοδοσίας τῆς Σῆς τοῦ Ἐπισκόπου Ἀρχιερωσύνης καὶ τῆς Σῆς τοῦ Ἀρχεξάρχου Παπποσύνης.
Τῆς Σῆς, δηλονότι, Δευτέρας, Θείας, Κραταιᾶς καὶ Μεγάλης, τῆς τε Ἀρχιερατικῆς καὶ τῆς Παππικῆς, Ἐκκλησιαστικῆς Συμβατικῆς Ἀρχῆς, Ἐξουσίας, Ἀδείας, Χάριτός τε καὶ Δωρεᾶς˙ τοῦ Ἐκκλησιαστικῶς Ἄρχειν, ἤτοι, Διοικεῖν καὶ Οἰκονομεῖν πάντα τὰ τῆς Οἰκείας αὐτῷ Σῆς Ἐκκλησίας καὶ Ἐπισκοπῆς πράγματα˙ ὅτι πολλοῦ ἂν δέῃ περὶ τῶν χρημάτων ἐντέλλεσθαι, εἰ τὰς τιμίας τῶν ἀνθρώπων ψυχὰς αὐτῷ πιστευτέον, καθάπερ ὁ ἐπ' ὀνόματι τῶν Ἀποστόλων τοῦ Χριστοῦ Σου Κανὼν καλῶς ἀποφαίνεται˙ ὥστε, κατὰ τὴν παρὰ Σοῦ Θεόσδοτον Ἐξουσίαν αὐτοῦ ταύτην, πάντα τὰ τοῦ Οἴκου τῆς Ἐπισκοπῆς αὐτοῦ, τῆς ὑπὸ Σοῦ ἐμπεπιστευμένης αὐτῷ, ὑπ' αὐτοῦ καλῶς διοικεῖσθαι καὶ θεαρέστως οἰκονομεῖσθαι.
Ἣν φιλανθρώπως ἔτι παράσχου, ἔτι συγχωρῶν αὐτῷ καὶ ὅσα Σοι, ὡς ἄνθρωπος, ἐπλημμέλησε, γόνυ ὅλης καρδίας καὶ διανοίας, ψυχῆς τε καὶ σώματος αὐτοῦ, νῦν, δουλικῶς ὑποκλίνοντι ἐνώπιόν Σου καὶ καθικετεύοντί Σε καὶ ἑαυτῷ παρασχεῖν, ὥσπερ παρέσχες καὶ ἐδωρήσω τοῖς Ἀποστόλοις τῆς Καινῆς τῆς Χάριτός Σου Διαθήκης, τοῖς κατὰ μίμησιν καὶ διαδοχὴν ἑστῶτας εἰς τὸν ἱερὸν τύπον καὶ τὸν ἅγιον τόπον Ἰησοῦ, τοῦ Χριστοῦ Σου.
Καὶ ἔτι χρῖσον, καὶ ἔτι κατάστησον αὐτόν, τῷ Θείῳ, Μεγάλῳ καὶ Πλουσίῳ Ἐλέῳ Σου, Ἀρχιερέα τε καὶ Πάππαν τοῦ Σοῦ καὶ ὑπὸ Σοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης˙ καὶ καρδίαν ἔτι δὸς αὐτῷ τοῦ συντελέσαι τὸ χρῖσμα.
Σύναψον, δέ, καὶ συνάρμοσον μυστικῶς, διακριτῶς, ἀσυγχύτως τε καὶ ἀχωρίστως, ἀμφοτέρας τὰς Φύσεις συναμφοτέρων τῶν Σῶν τούτων Θείων Ἐξουσιῶν, τήν τε Μυσταρχικὴν καὶ τὴν Ἐκκλησιαρχικήν, καὶ εἰς τὴν μίαν καὶ τὴν αὐτήν, πλήν, ἐν ἐνεργείᾳ, δισύνθετον, τὰ νῦν, καὶ ἔτι ἡμιτελῆ, Ἀρχιερατικὴν αὐτοῦ ὑπόστασιν, ὡς Αὗται καὶ εἰς τὰς Τρεῖς Σὰς καὶ τὰς Αὐτὰς Τρισυνθέτους καὶ Τελείας Θείας Ὑποστάσεις ἀπὸ τοῦ αἰῶνος συνημμέναι καὶ συνηρμοσμέναι εἰσί˙ προσέτι, δέ, ἀξίωσον καὶ αὐτόν, κατὰ τὸ Ἅγιον καὶ Τρισάγιον Θέλημά Σου, καὶ τῆς Σῆς Τρίτης Θείας Ἐξουσίας, τῆς Πολιταρχικῆς, ποτὲ ἐν ἐνεργείᾳ τυχεῖν, ὥστε, ἐν ταύταις ταῖς Σαῖς Τρισίν, ὅλως αὐτὸν ἐξουσιαστικῶς ἀντεπιδειχθῆναι καὶ θεαρέστως Σοι τελειωθῆναι.
Εἰς δόξαν Σὴν καὶ τοῦ Τρισενδόξου, καὶ εἰς προσκύνησιν Σὴν καὶ τοῦ Τρὶς Προσκυνητοῦ, Μεγάλου καὶ Ὑπὲρ Παντὸς Ὀνόματός Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος, εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν Ἐξουσιῶν Σου. Ἀμήν».
3. ΜΕΓΑ ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΤΕ ΚΑΙ ΠΑΠΠΙΚΟΝ ΜΗΝΥΜΑ
(ΑΡΧΙΕΡΑΤΙΚΟΣ ΕΥΑΓΓΕΛΙΣΜΟΣ)
«Θαρσῶ, οὖν, ἀπὸ τοῦ νῦν, Κύριέ μου, Κύριε, ὦ Κύριε, καὶ μηκέτι φοβοῦμαι, ἀλλ' ἐνδυναμοῦμαι ἐν τῇ Σῇ Θείᾳ Συμβατικῇ, Ἀδειοδοτικῇ τε καὶ Ἐξουσιοδοτικῇ, Μεθαγιαστικῇ Χάριτι τοῦ Προκειμένου μοι Ἀρχιερατικοῦ τε καὶ Παππικοῦ Χρίσματος, καὶ πορεύομαι τὴν ὁδόν, ἣν ἔδειξάς μοι, ἐν πάσῃ παρρησίᾳ καὶ εὐθύτητι καὶ ἀσφαλείᾳ.
Σύ, γάρ, ὁ Αὐτός, ὁ ἐν Σαρκὶ Τρισυπόστατος Κύριός μου καὶ ὁ Εἷς Θεός μου, ἐκ Σιών, ἐξ Ὄρους Ἁγίου Σου, σὺν τῷ Χριστῷ Σου Ἰησοῦ, ἐξελέξω μέ, τὸν ἀνάξιον δοῦλόν Σου Ἰωάννην - Ἱλαρίωνα, ἄξιον τῆς κλήσεως Αὐτοῦ˙ καὶ νῦν, προσκαλεῖ με τοῦ ποιμαίνειν λαόν Σου περιούσιον, γένος Σου ἐκλεκτόν, βασίλειόν Σου ἱεράτευμα, ἔθνος Σου ἅγιον, λαὸν Σὸν εἰς περιποίησιν, πᾶν τὸ Θεόλεκτον Σοῦ τε καὶ Αὐτοῦ Πλήρωμα, τοῦ Σοῦ καὶ ὑπὸ Σοῦ δι' Αὐτοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οικουμένης˙ εἰς περιποίησιν ψυχῆς, εἰς περιποίησιν σωτηρίας, διὰ τοῦ Χριστοῦ Σου, εἰς περιποίησιν δόξης τοῦ Χριστοῦ Σου, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως. Ἀμήν».
4. ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΒΑΜΜΑ ΧΡΙΣΜΑΤΟΣ
(ΑΤΕΛΕΣ ΧΡΙΣΜΑ ΔΙΑ ΧΡΙΑΛΙΔΟΣ)
[Ἰστέον, ὅτι ἡ Τάξις τῆς Μεθαγιαστικῆς Χάριτος (Μεθαγιασμοῦ) τῆς Συμβατικῆς Ἐξουσίας (τῶν Ἱερατικῶν Τίτλων ἢ Ὀφφικίων) τῶν Ἱερατικῶν Βαθμῶν, ἡ μετὰ τὴν Τάξιν τῆς Καθαγιαστικῆς Χάριτος (Καθαγιασμοῦ) τῆς τε Δυνάμεως καὶ τῆς Ἐνεργείας τῶν Ἱερατικῶν Βαθμῶν ἐπιτελουμένη, ἐπιγινώσκεται ὡς ἀντίστροφος τῆς Τάξεως τῆς Προαγιαστικῆς Χάριτος (Προαγιασμοῦ) τῆς Πραγματικῆς Ἐξουσίας τῶν Ἱερατικῶν Βαθμῶν, τῆς πρὸ τῆς Τάξεως τῆς Καθαγιαστικῆς Χάριτος (Καθαγιασμοῦ) τῆς τε Δυνάμεως καὶ τῆς Ἐνεργείας τῶν Ἱερατικῶν Βαθμῶν προτελουμένης˙ διὸ καὶ τελετουργικῶς, ἐφαρμόζεται ἀντιστρόφως, πρῶτον, τὸ Χρῖσμα τοῦ Ἁγίου Μυρύδρου (Ἀνθονέρου), καὶ ὕστερον, τὸ Χρῖσμα τοῦ Ἁγίου Ὕδατος.]
Καὶ λαβὼν τὴν χριαλίδα καὶ τὸ πρῶτον ἐμβάψας αὐτὴν ἐν τῷ Ἁγίῳ Μυρύδρῳ, τῷ ἐμπεριεχομένῳ ἐντὸς τοῦ ἐπὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου δεξιοῦ κοίλου κανίστρου, ἐπιχρίει ἑαυτὸν ἅπαξ ἐφ' ἑνὸς ἑκάστου τῶν κάτωθι δηλουμένων σωματικῶν τόπων, λέγων ἐκφώνως˙
1. Ἐπὶ τοῦ μετώπου τῆς κεφαλῆς˙ «Χρίεται ἅμα καὶ καθίσταται ὁ Δοῦλος τοῦ Θεοῦ Ἰωάννης-Ἱλαρίων, Ἱερεὺς Αὐτοῦ ὅλος ὑπάρχων, Χριστὸς Αὐτοῦ Ἀρχιερεύς τε καὶ Πάππας τοῦ Αὐτοῦ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης, Ἐλέῳ, μέν, Αὐτοῦ Θείῳ, Μυρύδρῳ, δέ, καὶ Ὕδατι Αὐτοῦ Ἁγίῳ, τῆς Θείας Αὐτοῦ κατ' ἄμφω μεστῷ, Ἀρχιερατικῆς τε καὶ Παππικῆς, Μεθαγιαστικῆς Χάριτος, τῆς πάντα, μέν, τὰ Ἱερὰ Αὐτοῦ Συμβατικῶς Ἀδειοδοτούσης τε καὶ Ἐξουσιοδοτούσης, πάντα, δέ, τὰ Ἐκλεκτὰ Αὐτοῦ, τὰ ἀσθενῆ τοῦ κόσμου, θεραπευούσης, καὶ πάντοτε τὰ ἐλλείποντα ἀναπληρούσης, εἰς τὸ Μέγα καὶ Ὑπὲρ Πᾶν Θεῖον Αὐτοῦ Ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Παιδός, Θεοῦ Ἑνός, Ὅλου Ἐνσαρκωθέντος.
Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, ζωὴν ᾐτήσατό σε καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν».
2. Ἐπὶ τῆς καρδίας καὶ τῆς κοιλίας (ἐπὶ τοῦ ἀρχιερατικοῦ σάκκου)˙ «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν Ὕδατος Ζῶντος».
3. Ἐπὶ καὶ πέριξ τοῦ τραχήλου καὶ ἐπὶ τῶν ὤμων (ἐπὶ τοῦ ἀρχιερατικοῦ σάκκου)˙ «Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.
Ἐπὶ τῶν ὤμων, Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθείς, Θεῷ τῷ ἐν Τριάδι ἐνσαρκωθέντι προσήγαγες».
4. Ἐπὶ τοῦ τετάρτου καὶ τοῦ πέμπτου δακτύλου τῆς δεξιᾶς χειρός˙ «Ἐγώ, ἡ Σοφία, ἡνίκα Κύριος ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα».
5. Ἐπὶ τῶν χειρῶν καὶ τῶν παλαμῶν˙ «Ἡ ῥάβδος Σου καὶ ἡ βακτηρία Σου αὐταί με παρεκάλεσαν. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας Σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα οἱ ἄνθρωποι καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἀμήν».
Εἶτα ἐκπλύνει τὴν χριαλίδα ἐντὸς δοχείου ὕδατος. Καὶ λαβών, πάλιν, τὴν αὐτὴν καὶ τὸ δεύτερον ἐμβάψας αὐτὴν ἐν τῷ Ἁγίῳ Ὕδατι, τῷ ἐμπεριεχομένῳ ἐντὸς τοῦ ἐπὶ τοῦ ἱεροῦ Ἀντιμηνσίου ἀριστεροῦ κοίλου κανίστρου, ἐπιχρίει, πάλιν, ἑαυτὸν ἅπαξ ἐφ' ἑνὸς ἑκάστου τῶν ἄνωθι δηλουμένων σωματικῶν τόπων, πλήν, μηδὲν τῶν παραπάνω ἐκφωνῶν. Ἐν δὲ τέλει, ἐπιχρίει τοιουτοτρόπως καὶ ἀλλεπαλλήλως διὰ τῆς χριαλίδος καὶ πᾶν μὴ ἐπιχρισθὲν ἀρχιερατικὸν ἄμφιον ἢ ἐξάρτημα.
5. ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΡΑΣΜΑ ΧΡΙΣΜΑΤΟΣ
(ΗΜΙΤΕΛΕΣ ΧΡΙΣΜΑ ΔΙΑ ΡΑΝΤΙΣΤΗΡΙΟΥ)
Καὶ λαβὼν δύο ῥαντιστήρια, ἐκχέει, εἰς τὸ μέν, ἀπὸ τοῦ Ἁγίου Μυρύδρου, εἰς τὸ δέ, ἀπὸ τοῦ Ἁγίου Ὕδατος. Καὶ ῥαίνει ἀρκούντως καὶ πολλάκις, πρῶτον, διὰ τοῦ ἑνὸς ῥαντιστηρίου (τοῦ Ἁγίου Μυρύδρου), καὶ δεύτερον, διὰ τοῦ ἄλλου ῥαντιστηρίου (τοῦ Ἁγίου Ὕδατος), ἐπί τε τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ἐπ' ἀμφοτέρας τάς τε χεῖρας καὶ τὰς παλάμας καὶ ἐπὶ πᾶσαν τὴν στολὴν αὐτοῦ, λέγων ἐκφώνως˙
«Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Καὶ ῥανεῖς ἐπὶ Ἀαρὼν καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ. Ἀμήν».
Ἐν δὲ τέλει, ῥαίνει τοιουτοτρόπως καὶ ἀλλεπαλλήλως διὰ τῶν δύο ῥαντιστηρίων καὶ πᾶν μὴ ῥαντισθὲν ἀρχιερατικὸν ἄμφιον ἢ ἐξάρτημα.
6. ΑΡΧΙΕΡΑΤΙΚΟΝ ΧΥΜΑ ΧΡΙΣΜΑΤΟΣ
(ΤΕΛΕΙΟΝ ΧΡΙΣΜΑ ΔΙΑ ΠΑΛΑΜΩΝ ΧΕΙΡΩΝ)
Καὶ λαβών, μέν, ἑπτάκις δι' ἀμφοτέρων τῶν παλαμῶν τῶν χειρῶν αὐτοῦ, πρῶτον, ἀπὸ τοῦ Ἁγίου Μυρύδρου, ἐκχέει ἑπτάκις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, λέγων ἐκφώνως˙
«Εὐλογητὸς ὁ Θεός, ὁ ἐκχέων τὴν Χάριν ἐπὶ τοὺς Ἀρχιερεῖς Αὐτοῦ, ὡς Μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ἡ εὐλογία Αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσε. Καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Ἀμήν».
Λαβών, δέ, πάλιν, ἑπτάκις δι' ἀμφοτέρων τῶν παλαμῶν τῶν χειρῶν αὐτοῦ, ὕστερον, ἀπὸ τοῦ Ἁγίου Ὕδατος, ἐκχέει, πάλιν, ἑπτάκις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, πλήν, μηδὲν τῶν προεκτεθέντων ἐκφωνῶν.
7. ΑΡΧΙΕΡΑΤΙΚΗΣ ΤΕ ΚΑΙ ΠΑΠΠΙΚΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ ΑΠΟΔΕΙΞΙΣ
(ΣΥΓΚΕΦΑΛΑΙΩΣΙΣ)
Καὶ ταῦτα πάντα καλῶς ἱερολογήσας τε καὶ ἱεροπρακτήσας, ὁ Ἀρτίχριστος Ἀρχιερεύς τε καὶ Πάππας ἵσταται κατ' ἀνατολὰς καὶ ἐπιλέγει ἐκφώνως˙
«Ἡ Μία ἅμα καὶ Τρισαγία, Σεβασμία ὁμοῦ καὶ Τρὶς Μακαρία, Συμβατική, Ἀδειοδότειρά τε καὶ Ἐξουσιοδότειρα, καὶ Ἱεροπρεπής, Θεία Μεθαγιαστικὴ Χάρις, ἡ ἀεὶ ἐκ τοῦ Θεοῦ Νοῦ καὶ Πατρὸς νάουσα, καὶ διὰ τοῦ Θεοῦ Λόγου καὶ Υἱοῦ Αὐτοῦ ἀναβλύζουσα, καὶ ἐν τῷ Θεῷ Νόμῳ καὶ Παιδὶ Αὐτοῦ ἐπιρρέουσα παντὶ τῷ Κόσμῳ, καὶ πάντα, μέν, τὰ Ἱερὰ συμβατικῶς ἀδειοδοτοῦσά τε καὶ ἐξουσιοδοτοῦσα, τὰ δὲ ἀσθενῆ πάντα θεραπεύουσα καὶ τὰ ἐλλείποντα πάντοτε ἀναπληροῦσα.
Δι' αὐτῆς ταύτης τῆς Ἐμῆς Ἀσθενοῦς Χειρὸς καὶ Ἐλαχιστότητος, τῆς κατά τε διαδοχὴν καὶ ἐνέργειαν τῆς Δυνάμεως τῆς Ἱερωσύνης καὶ λαβούσης καὶ διδούσης Αὐτήν, διὰ τῶν Ἁγίων καὶ Θεοπνευματοφόρων τοῦ Χριστοῦ Αὐτῆς Ἀποστόλων.
Καὶ ἐν τῷ Μεγάλῳ καὶ Πλουσίῳ Θείῳ Αὐτῆς Ἐλέῳ.
Προσεκάλεσε καὶ ἐξελέξατο καὶ εὐηγγελίσατο καὶ ἐπέχρισε καὶ οὕτως ὅλως κατέστησε τόν τε Κλητόν, τόν τε Ἐκλεκτὸν καὶ τὸν Ἀρτίχριστον Αὐτῆς Δοῦλον Ἰωάννην - Ἱλαρίωνα, Ἱερωσύνης Αὐτῆς ὅλην Δύναμιν φέροντα, Ἀρχιερέα τε καὶ Πάππαν τοῦ ἐν Αὐτῇ Θεοσώστου Παππείου Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης. Ἀμήν».
VII. ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΝΘΡΟΝΙΣΙΣ
Ἐν δὲ τέλει, ὁ Ἀρτίχριστος Ἀρχιερεύς τε καὶ Πάππας εὐτρεπίζει πολυθρόναν τινα ἐκ δεξιῶν τοῦ τραπεζίου, ἐφ' οὗ τὸ ἱερὸν Ἀντιμήνσιον, πρὸ τῆς ὁποίας ἱστάμενος ἐκφωνεῖ τὴν Ἐπὶ τῇ Εἰς Θρόνον Ἐπιβάσει τοῦ Ἀρχιερέως ΙΓ΄ Τρισμεγίστην Ἀρχιερατικὴν Εὐχήν.
Ἐπὶ τῆς εἰς θρόνον ἀναβάσεως˙ «Κύριος ἐν ναῷ ἁγίῳ Αὐτοῦ. Κύριος, ἐν οὐρανῷ ὁ θρόνος Αὐτοῦ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον Αὐτοῦ, καὶ ἡ βασιλεία Αὐτοῦ πάντων δεσπόζει. Ἕτοιμος ὁ θρόνος Σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος Σὺ εἶ. Ὁ θρόνος Σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀμήν».
ΤΡΙΣΜΕΓΙΣΤΗ ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΥΧΗ ΙΓ΄
(ΕΠΙ Τῌ ΕΙΣ ΘΡΟΝΟΝ ΕΠΙΒΑΣΕΙ ΤΟΥ ΑΡΧΙΕΡΕΩΣ)
ΥΠΟ ΤΟΥ ΠΑΠΠΑ ΙΔΡΥΤΟΥ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
ΤΟΥ ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ ΚΑΙ ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
Κ.Κ. ΙΩΑΝΝΟΥ Ι΄ - Ε΄ ΙΛΑΡΙΩΝΟΣ Α΄ ΤΟΥ ΣΙΩΚΟΥ
Τοῦ Κυρίου δεηθῶμεν˙
«Εὐλογητὸς εἶ, Τριάς, ὁ πρὸ ἀδαμιαίων αἰώνων ὅλος ἐνανθρωπήσας Θεὸς ἡμῶν, ὁ καταξιώσας ἡμᾶς τοὺς ἀναξίους λειτουργούς Σου ἕως τῆς Ἁγίας καὶ Ἱερᾶς ταύτης Καθέδρας ἀναβῆναι καὶ ἐπὶ τοῦ Σοῦ Θρόνου καὶ τοῦ θρόνου τοῦ Χριστοῦ Σου σταθῆναι καὶ φθάσαι προσκυνῆσαι τὴν μεγαλοπρέπειάν Σου ἐν Ὄρει Ἁγίῳ καὶ Ὑψηλῷ καὶ αἰνέσαι τὴν μεγάλην Σου Δόξαν.
Σύ, γάρ, εἶ ὁ κρυπτώνυμος καὶ ὁ περιώνυμος, ὁ ἔχων ὄνομα μυστικὸν καὶ ἔνδοξον γεγραμμένον, ὃ οὐδεὶς οἶδε, εἰ μὴ Σὺ ὁ αὐτός˙ ὁ εὐώνυμος καὶ ὁ τρισώνυμος καὶ ὁ πολυώνυμος, ὁ ἔχων ὀνόματα καλά, τρία καὶ πολλά˙ ὅ τε ἱερώνυμος, ὅ τε κυριώνυμος, ὅ τε ἁγιώνυμος καὶ θεώνυμος, ὁ παντὸς ὀνόματος δόξης γνήσιος καὶ αὐθεντικὸς κάτοχος.
Ὁ Ἱερώτατος καὶ Πανιερώτατος˙ ὁ Σεβασμιώτατος καὶ Μακαριώτατος˙ ὁ Τρισσεβάσμιος καὶ ὁ Πανσεβάσμιος˙ ὁ Τρισμακάριστος, ὁ Παμμακάριστος καὶ Ἀειμακάριστος˙ ὁ Ἁγιώτατος καὶ Τρισαγιώτατος καὶ Παναγιώτατος, ὁ Θειότατος˙ ὁ Κοσμιώτατος καὶ Τρισκοσμιώτατος˙ ὁ Παγκοσμιώτατος καὶ ὁ Ἁπαγκοσμιώτατος˙ ὁ Αὐτοκράτωρ καὶ Κοσμοκράτωρ καὶ Παντοκράτωρ˙ ὁ Δεσπότης, ὁ Ἐξοχώτατος καὶ Ὑψηλότατος καὶ Μεγαλειότατος˙ ὁ Τρισύπατος καὶ Τρισύψιστος καὶ Τρισμέγιστος, ὁ Παμμέγιστος˙ ὁ Ἀδιάδοχος, ὁ Ἀτελεύτητος καὶ ὁ Ἄναρχος.
Ἡ Ἀρχὴ Πάσης Ἀρχῆς, Ἐξουσίας, Δυνάμεως καὶ Κυριότητος, καὶ ἡ Πηγὴ Ἁπάσης, Ἱερατικῆς ὁμοῦ τε καὶ Βασιλικῆς, Δόξης˙ Ἀρχιερεὺς Ἀρχιερέων, Ποιμὴν Ποιμένων, Πατὴρ Πατέρων, Διδάσκαλος Διδασκάλων˙ ὁ Καθηγητὴς Πάσης Σοφίας καὶ ὁ Κάτοχος Πάσης Γνώσεως.
Ὁ Ὑπερμέγας καὶ ὁ Ἀλφαωμέγας˙ ὁ τὸ Ἄλφα καὶ τὸ Ὠμέγα τῆς Σῆς Ἀληθείας ἀπὸ τῆς Σῆς Οὐρανίου Καθέδρας τοὺς Σοὺς δούλους διδάσκων καὶ ἐξ Αὐτῆς, ὡς ποταμὸν καὶ ὡς κατακλυσμὸν ὕδατος ἐπικαλύπτοντος καὶ μεθύοντος, ἐν γῇ διψώσῃ, τὴν Σὴν Εὐλογίαν καὶ Χάριν αὐτοῖς ἐκχέων˙ ὁ Βασιλεὺς τῶν Βασιλέων καὶ ὁ Κύριος τῶν Κυρίων καὶ ὁ Ἅγιος τῶν Ἁγίων.
Πάτερ Ὕπατε, Ἀρχίθρονε, καὶ Υἱὲ Ὕψιστε, Ὁμόθρονε, καὶ Παῖ Μέγιστε, Συνομόθρονε˙ ὁ ἔχων Θρόνον Οὐρανὸν καὶ Ὑποπόδιον τὴν Γῆν˙ ὁ ἐν δόξῃ καθήμενος, ὡς Θεός, ἐπὶ τῶν Χερουβείμ˙ ὁ ὑπὸ τῶν Σεραφεὶμ καὶ ὑπὸ πάσης ἐπουρανίου Ἀγγελικῆς Τάξεως, καὶ Ἐξουσίας καὶ Δυνάμεως καὶ Ἐνεργείας, τρισενδόξως, τρισαγίως, τρισυποστάτως καὶ ἑνιουσίως ἀκαταπαύστως αἰνούμενος, δοξολογούμενος, ἀνυμνούμενος καὶ ὑπερυψούμενος Θεός.
Αὐτός, οὖν, Ἅγιε καὶ Τρισάγιε Κύριε, ὁ ψυχὴν περιβληθεὶς καὶ σάρκα φορέσας Θεὸς ἡμῶν καὶ τὴν ἡμετέραν διττὴν ἀνθρωπίνην ὅλην ὅλος τρὶς Σεαυτῷ προσλαβὼν καὶ εἰς τὰς Τρεῖς Σὰς Ὑποστάσεις φύσιν, ἵνα τὰ Σὰ δοῦλα σύμπαντα ἀσυγχύτως ἑνώσῃς καὶ ἀχωρίστως συναρμόσῃς ἐν Σοὶ καὶ ἐν τῇ Σῇ Χάριτι, καὶ τὴν Ὁμοουσιότητα τῆς Ἀϊδίου Ἔσω Τριάδος, τῆς τε Ἀγεννήτου, τῆς τε Γεννητῆς καὶ τῆς Ἐκπορευτῆς Ζωῆς, τῇ Ὁμοζωΐᾳ τῆς Οἰκονομικῆς Ἔξω Τριάδος, τῆς τε Ἀΰλου, τῆς τε Ἡμιΰλου καὶ τῆς Ἐνύλου Οὐσίας τε καὶ Ἐνεργείας, ἀντιστρόφως ἀναλογήσῃς τε καὶ ἰσοτιμήσῃς καὶ ταύτας ἀμφοτέρας ἐξ ἀλλήλων ἀδιαψεύστως ἐπαληθεύσῃς τε καὶ ἀποκαλύψῃς.
Πρόσδεξαι καὶ τὴν αἴνεσιν καὶ δοξολογίαν ἡμῶν ταύτην, ὡς ἀντίδωρον εὐχαριστίας, ἀνθ' ὧν μεγάλων χαρίτων ἐχαρίτωσας ἡμᾶς καὶ ἀνθ' ὧν ἐξαιρέτων εὐεργεσιῶν εὐηργέτησας ἡμᾶς καὶ ἀνθ' ὧν πλουσίων δωρεῶν ἐδωρήσω ἡμῖν τοῖς ταπεινοῖς καὶ ἀναξίοις δούλοις Σου.
Κύριε, Κύριε, Κύριε, μνήσθητι τῆς συναγωγῆς Σου ἧς ἐκτήσω ἀπ' ἀρχῆς, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἰδέ˙ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, τὸ Ἐλέῳ τῷ Σῷ Θεόσωστον Παππεῖον Παλαιᾶς, Νέας Εἰρηνουπόλεως, Ἀθήνης, Συμπάσης Ἑστίας καὶ Ἁπάσης Οἰκουμένης˙ καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά Σου.
Εἰσάκουσον, Κύριε, δεήσεως ἱκετῶν Σου, κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ Σου, καὶ εὐλόγησον, καὶ φύλαξον αὐτόν˙ ἐπίφανον, Κύριε, τὸ πρόσωπόν Σου ἐπὶ τὸν λαόν Σου, καὶ ἐλέησον αὐτόν˙ ἔπαρον, Κύριε, τὸ πρόσωπόν Σου ἐπὶ τὸν λαόν Σου, καὶ δὸς αὐτῷ εἰρήνην˙ σῶσον τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου˙ καὶ ποίμανον αὐτούς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.
Καὶ εὐλόγησον αὐτοὺς ἐκ Σιών, ὅπως ἴδωσι τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν, ὅτι οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον˙ ὅτι παρὰ Σοῦ, τοῦ Κυρίου, ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν Σου ἡ εὐλογία Σου.
Σόν, γάρ, ἐστι τὸ εὐλογεῖν, ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, Τριάς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ πᾶσαν δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Παιδί, Θεῷ Ἑνί, Ὅλῳ Ἐνσαρκωθέντι, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου τῶν Χερουβείμ, τῷ ζῶντι εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
VIII. ΑΡΧΙΕΡΑΤΙΚΗ ΕΣΠΕΡΙΝΗ ΘΥΣΙΑ
(ΚΑΙΡΟΣ, ΠΡΟΣΚΟΜΙΔΗ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ)
Μετὰ τὴν τελετουργικὴν ὁλοκλήρωσιν καὶ τῶν Ἑπτὰ Κεφαλαίων τῆς παρούσης, οὐ τελεῖται Ἀπόλυσις, οὐδὲ λέγεται «Δι' εὐχῶν», ἀλλὰ γίνεται παῦσις μέχρι τοῦ πληρωθῆναι τὴν τετάρτην ἀπογευματινὴν ὥραν (16:00 μ.μ.). Ἐν τῷ χρονικῷ τούτῳ μεσοδιαστήματι, ὁ Ἀρτίχριστος Ἀρχιερεύς τε καὶ Πάππας οὐκ ἐκδύεται τὴν ἀρχιερατικὴν στολὴν αὐτοῦ, ἀλλὰ κάθηται καὶ λαμβάνει ἀνάπαυσίν τινα ἐκ τοῦ κόπου τῆς ὅλης προγενομένης ἀκολουθίας. Καὶ ἐν τῷ πληρώματι τοῦ χρόνου, ἀνίσταται καὶ λαμβάνει Καιρὸν πρὸς τὸ λειτουργῆσαι καὶ ἄρχεται τῆς Ἱερᾶς Προσκομιδῆς καὶ τῆς Ἑσπερινῆς, Ἀρχιερατικῆς τε καὶ Παππικῆς, Θείας Λειτουργίας. Τὰ δὲ περισσεύματα τῶν Ἁγίων Χρισμάτων καταναλίσκει διχοῦ, γυμνωθεὶς καὶ ἐμβὰς ἐντὸς λεκάνης, συλλέγων ἐν αὐτῇ τὰς ῥοὰς Αὐτῶν καὶ καταχέων πάλιν καὶ πολλάκις ἐφ' ἑαυτόν, ἄχρις ἐσχάτης ῥανίδος, ἐν τῇ αὐτῇ ἡμέρᾳ τοῦ διαδόχου μηνός, ἐπιτελῶν, εἶτα, καὶ τὴν Ἑσπερινὴν Θυσίαν.
Ἀπόλυσις˙
«Τριάς, ὁ πρό τε πλάσεως καὶ πτώσεως Ἀδὰμ
καὶ ὅλως ἀπροϋποθέτως τῆς σωτηρίας αὐτοῦ
καὶ παντὸς τοῦ γένους αὐτοῦ
ὅλος ἐμψυχωθείς τε καὶ σαρκωθεὶς Εἷς Θεὸς ἡμῶν...»
«Δι' εὐχῶν τοῦ Χριστοῦ Σου καὶ Σωτῆρος ἡμῶν
Τριάς, ὁ Ἐνανθρωπήσας Θεὸς ἡμῶν
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν».
* * * * *
Η ΑΥΤΟΥ ΕΛΕῼ ΘΕΟΥ ΑΠΑΓΚΟΣΜΙΟΤΗΣ
(Α.Ε.Θ.Α.)
ΕΓΩ Ο ΑΥΤΟΣ
Ο ΠΑΠΠΑΣ ΙΔΡΥΤΗΣ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ
Ο ΠΑΛΑΙΑΣ, ΝΕΑΣ ΕΙΡΗΝΟΥΠΟΛΕΩΣ, ΑΘΗΝΗΣ
ΣΥΜΠΑΣΗΣ ΕΣΤΙΑΣ
ΚΑΙ
ΑΠΑΣΗΣ ΟΙΚΟΥΜΕΝΗΣ
ΙΩΑΝΝΗΣ Ι΄ - Ε΄
ΙΛΑΡΙΩΝ Α΄
Ο ΣΙΩΚΟΣ
ΑΠΑΣΑΝ ΤΗΝ ΠΑΡΟΥΣΑΝ
ΕΝ ΚΑΛΑΜΑΙΣ
ΚΑΤΑ ΤΑ ΕΤΗ 2017 - 2021
ΕΠΙ Τῌ ΕΜῌ ΑΡΧΙΕΡΑΤΙΚῌ ΤΕ ΚΑΙ ΠΑΠΠΙΚῌ ΧΡΙΣΕΙ
Τῌ ΥΠ' ΕΜΟΥ ΤΟΥ ΑΥΤΟΥ ΤΕΛΕΣΘΕΙΣῌ
Τῌ ΠΕΜΠΤῌ 30ῌ ΔΕΚΕΜΒΡΙΟΥ 2021
ΣΥΝ ΘΕῼ ΚΑΙ Τῼ ΧΡΙΣΤῼ ΑΥΤΟΥ Τῌ ΙΔΙᾼ ΕΜῌ ΧΕΙΡΙ ΕΓΡΑΨΑ

Δόξα Τῷ Ἐν Σαρκὶ Τρισαγίῳ Θεῷ
Καὶ Τῷ Χριστῷ Αὐτοῦ Ἰησοῦ
Πάντων Ἕνεκεν
Καὶ Εἰς Τοὺς Αἰῶνας
ΑΜΗΝ
